7.237 Ἀμείβεται Ξέρξης τοῖσδε · ʹ Ἀχαίμενες , εὖ τέ μοι δοκέεις λέγειν καὶ ποιήσω ταῦτα . Δημάρητος δὲ λέγει μὲν τὰ ἄριστα ἔλπεται εἶναι ἐμοί , γνώμῃ μέντοι ἑσσοῦται ὑπὸ σέο . Οὐ γὰρ δὴ κεῖνό γε ἐνδέξομαι ὅκως οὐκ εὐνοέει τοῖσι ἐμοῖσι πρήγμασι , τοῖσί τε λεγομένοισι πρότερον ἐκ τούτου σταθμώμενος καὶ τῷ ἐόντι , ὅτι πολιήτης μὲν πολιήτῃ εὖ πρήσσοντι φθονέει καὶ ἔστι δυσμενὴς τῇ σιγῇ οὐδ’ ἂν συμβουλευομένου τοῦ ἀστοῦ πολιήτης ἀνὴρ τὰ ἄριστά οἱ δοκέοντα εἶναι ὑποθέοιτο , εἰ μὴ πρόσω ἀρετῆς ἀνήκοι · σπάνιοι δέ εἰσι οἱ τοιοῦτοι · ξεῖνος δὲ ξείνῳ εὖ πρήσσοντί ἐστι εὐμενέστατον πάντων , συμβουλευομένου τε ἂν συμβουλεύσειε τὰ ἄριστα . Οὕτω ὦν κακολογίης πέρι τῆς ἐς Δημάρητον , ἐόντος ἐμοὶ ξείνου , ἔχεσθαί τινα τοῦ λοιποῦ κελεύω . ʹ ʹ
7.238 Ταῦτα εἴπας Ξέρξης διεξήιε διὰ τῶν νεκρῶν καὶ Λεωνίδεω , ἀκηκοὼς ὅτι βασιλεύς τε ἦν καὶ στρατηγὸς Λακεδαιμονίων , ἐκέλευσε ἀποταμόντας τὴν κεφαλὴν ἀνασταυρῶσαι . Δῆλά μοι πολλοῖσι μὲν καὶ ἄλλοισι τεκμηρίοισι , ἐν δὲ καὶ τῷδε οὐκ ἥκιστα γέγονε , ὅτι βασιλεὺς Ξέρξης πάντων δὴ μάλιστα ἀνδρῶν ἐθυμώθη ζώοντι Λεωνίδῃ · οὐ γὰρ ἄν κοτε ἐς τὸν νεκρὸν ταῦτα παρενόμησε , ἐπεὶ τιμᾶν μάλιστα νομίζουσι τῶν ἐγὼ οἶδα ἀνθρώπων Πέρσαι ἄνδρας ἀγαθοὺς τὰ πολέμια . Οἱ μὲν δὴ ταῦτα ἐποίευν τοῖσι ἐπετέτακτο ποιέειν .