7.236 Λέγει μετὰ τοῦτον Ἀχαιμένης , ἀδελφεός τε ἐὼν Ξέρξεω καὶ τοῦ ναυτικοῦ στρατοῦ στρατηγός , παρατυχών τε τῷ λόγῳ καὶ δείσας μὴ ἀναγνωσθῇ Ξέρξης ποιέειν ταῦτα . ʹ βασιλεῦ , ὁρέω σε ἀνδρὸς ἐνδεκόμενον λόγους ὃς φθονέει τοι εὖ πρήσσοντι καὶ προδιδοῖ πρήγματα τὰ σά · καὶ γὰρ δὴ καὶ τρόποισι τοιούτοισι χρεώμενοι Ἕλληνες χαίρουσι · τοῦ τε εὐτυχέειν φθονέουσι καὶ τὸ κρέσσον στυγέουσι . Εἰ δ’ ἐπὶ τῇσι παρεούσῃσι τύχῃσι , ἐκ τῶν νέες νεναυηγήκασι τετρακόσιαι , ἄλλας ἐκ τοῦ στρατοπέδου τριηκοσίας ἀποπέμψεις περιπλέειν Πελοπόννησον , ἀξιόμαχοί τοι γίνονται οἱ ἀντίπαλοι · ἁλὴς δὲ ἐὼν ναυτικὸς στρατὸς δυσμεταχείριστός τε αὐτοῖσι γίνεται , καὶ ἀρχὴν οὐκ ἀξιόμαχοί τοι ἔσονται . Καὶ πᾶς ναυτικὸς τῷ πεζῷ ἀρήξει καὶ πεζὸς τῷ ναυτικῷ ὁμοῦ πορευόμενος · εἰ δὲ διασπάσεις , οὔτε σὺ ἔσεαι ἐκείνοισι χρήσιμος οὔτε ἐκεῖνοι σοί . Τὰ σεωυτοῦ δὲ τιθέμενος εὖ γνώμην ἔχε τὰ τῶν ἀντιπολέμων μὴ ἐπιλέγεσθαι πρήγματα , τῇ τε στήσονται τὸν πόλεμον τά τε ποιήσουσι ὅσοι τε πλῆθός εἰσι . Ἱκανοὶ γὰρ ἐκεῖνοί γε αὐτοὶ ἑωυτῶν πέρι φροντίζειν εἰσί , ἡμεῖς δὲ ἡμέων ὡσαύτως . Λακεδαιμόνιοι δὲ ἢν ἴωσι ἀντία Πέρσῃσι ἐς μάχην , οὐδὲν τὸ παρεὸν τρῶμα ἀκέονται . ʹ