7.235 δ’ ἀμείβετο · ʹ βασιλεῦ , εἰ μὲν δὴ συμβουλεύεαί μοι προθύμως , δίκαιόν με σοί ἐστι φράζειν τὸ ἄριστον . Εἰ τῆς ναυτικῆς στρατιῆς νέας τριηκοσίας ἀποστείλειας ἐπὶ τὴν Λάκαιναν χώρην . Ἔστι δὲ ἐπ’ αὐτῇ νῆσος ἐπικειμένη τῇ οὔνομά ἐστι Κύθηρα , τὴν Χίλων , ἀνὴρ παρ’ ἡμῖν σοφώτατος γενόμενος , κέρδος μέζον ἔφη εἶναι Σπαρτιήτῃσι κατὰ τῆς θαλάσσης καταδεδυκέναι μᾶλλον ὑπερέχειν , αἰεί τι προσδοκῶν ἀπ’ αὐτῆς τοιοῦτο ἔσεσθαι οἷόν τοι ἐγὼ ἐξηγέομαι , οὔτι τὸν σὸν στόλον προειδώς , ἀλλὰ πάντα ὁμοίως φοβεόμενος ἀνδρῶν στόλον . Ἐκ ταύτης ὦν τῆς νήσου ὁρμώμενοι φοβεόντων τοὺς Λακεδαιμονίους . Παροίκου δὲ πολέμου σφι ἐόντος οἰκηίου , οὐδὲν δεινοὶ ἔσονταί τοι μὴ τῆς ἄλλης Ἑλλάδος ἁλισκομένης ὑπὸ τοῦ πεζοῦ βοηθέωσι ταύτῃ · καταδουλωθείσης δὲ τῆς ἄλλης Ἑλλάδος ἀσθενὲς ἤδη τὸ Λακωνικὸν μοῦνον λείπεται . Ἢν δὲ ταῦτα μὴ ποιῇς , τάδε τοι προσδόκα ἔσεσθαι · ἔστι τῆς Πελοποννήσου ἰσθμὸς στεινός · ἐν τούτῳ τῷ χώρῳ , πάντων Πελοποννησίων συνομοσάντων ἐπὶ σοί , μάχας ἰσχυροτέρας ἄλλας τῶν γενομένων προσδέκεο ἔσεσθαί τοι . Ἐκεῖνο δὲ ποιήσαντι ἀμαχητὶ τε ἰσθμὸς οὗτος καὶ αἱ πόλιες προσχωρήσουσι . ʹ