7.234 Οἱ μὲν δὴ περὶ Θερμοπύλας Ἕλληνες οὕτω ἠγωνίσαντο , Ξέρξης δὲ καλέσας Δημάρητον εἰρώτα ἀρξάμενος ἐνθένδε · ʹ Δημάρητε , ἀνὴρ εἶς ἀγαθός · τεκμαίρομαι δὲ τῇ ἀληθείῃ · ὅσα γὰρ εἶπας , ἅπαντα ἀπέβη οὕτω . Νῦν δέ μοι εἰπέ , κόσοι τινές εἰσι οἱ λοιποὶ Λακεδαιμόνιοι , καὶ τούτων ὁκόσοι τοιοῦτοι τὰ πολέμια , εἴτε καὶ ἅπαντες . ʹ δὲ εἶπε · ʹ βασιλεῦ , πλῆθος μὲν πολλὸν πάντων τῶν Λακεδαιμονίων καὶ πόλιες πολλαί · τὸ δὲ θέλεις ἐκμαθεῖν , εἰδήσεις . Ἔστι ἐν τῇ Λακεδαίμονι Σπάρτη πόλις ἀνδρῶν ὀκτακισχιλίων μάλιστά κῃ · οὗτοι πάντες εἰσὶ ὅμοιοι τοῖσι ἐνθάδε μαχεσαμένοισι · οἵ γε μὲν ἄλλοι Λακεδαιμόνιοι τούτοισι μὲν οὐκ ὅμοιοι , ἀγαθοὶ δέ . ʹ Εἶπε πρὸς ταῦτα Ξέρξης · ʹ Δημάρητε , τέῳ τρόπῳ ἀπονητότατα τῶν ἀνδρῶν τούτων ἐπικρατήσομεν ; Ἴθι ἐξηγέο · σὺ γὰρ ἔχεις αὐτῶν τὰς διεξόδους τῶν βουλευμάτων , οἷα βασιλεὺς γενόμενος . ʹ