7.231 Ἀπονοστήσας δὲ ἐς Λακεδαίμονα Ἀριστόδημος ὄνειδός τε εἶχε καὶ ἀτιμίην · πάσχων δὲ τοιάδε ἠτίμωτο · οὔτε οἱ πῦρ οὐδεὶς ἔναυε Σπαρτιητέων οὔτε διελέγετο , ὄνειδός τε εἶχε ʹ τρέσας Ἀριστόδημος ʹ καλεόμενος . Ἀλλ’ μὲν ἐν τῇ ἐν Πλαταιῇσι μάχῃ ἀνέλαβε πᾶσαν τὴν ἐπενειχθεῖσαν αἰτίην .
7.232 Λέγεται δὲ καὶ ἄλλον ἀποπεμφθέντα ἄγγελον ἐς Θεσσαλίην τῶν τριηκοσίων τούτων περιγενέσθαι , τῷ οὔνομα εἶναι Παντίτην · νοστήσαντα δὲ τοῦτον ἐς Σπάρτην , ὡς ἠτίμωτο , ἀπάγξασθαι .
7.233 Οἱ δὲ Θηβαῖοι , τῶν Λεοντιάδης ἐστρατήγεε , τέως μὲν μετὰ τῶν Ἑλλήνων ἐόντες ἐμάχοντο ὑπ’ ἀναγκαίης ἐχόμενοι πρὸς τὴν βασιλέος στρατιήν · ὡς δὲ εἶδον κατυπέρτερα τῶν Περσέων γινόμενα τὰ πρήγματα , οὕτω δή , τῶν σὺν Λεωνίδῃ Ἑλλήνων ἐπειγομένων ἐπὶ τὸν κολωνόν , ἀποσχισθέντες τούτων χεῖράς τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων , λέγοντες τὸν ἀληθέστατον τῶν λόγων , ὡς καὶ μηδίζουσι καὶ γῆν τε καὶ ὕδωρ ἐν πρώτοισι ἔδοσαν ἂν βασιλέϊ , ὑπὸ δὲ ἀναγκαίης ἐχόμενοι ἐς Θερμοπύλας ἀπικοίατο καὶ ἀναίτιοι εἶεν τοῦ τρώματος τοῦ γεγονότος βασιλέϊ · ὥστε ταῦτα λέγοντες περιεγένοντο · εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων μάρτυρας . Οὐ μέντοι τά γε πάντα εὐτύχησαν · ὡς γὰρ αὐτοὺς ἔλαβον οἱ βάρβαροι ἐλθόντας , τοὺς μέν τινας καὶ ἀπέκτειναν προσιόντας , τοὺς δὲ πλέονας αὐτῶν κελεύσαντος Ξέρξεω ἔστιξαν στίγματα βασιλήια , ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω , τοῦ τὸν παῖδα Εὐρύμαχον χρόνῳ μετέπειτα ἐφόνευσαν Πλαταιέες στρατηγήσαντα ἀνδρῶν Θηβαίων τετρακοσίων καὶ σχόντα τὸ ἄστυ τὸ Πλαταιέων .