7.229 Δύο δὲ τούτων τῶν τριηκοσίων λέγεται Εὔρυτόν τε καὶ Ἀριστόδημον , παρεὸν αὐτοῖσι ἀμφοτέροισι κοινῷ λόγῳ χρησαμένοισι ἀποσωθῆναι ὁμοῦ ἐς Σπάρτην , ὡς μεμετιμένοι τε ἦσαν ἐκ τοῦ στρατοπέδου ὑπὸ Λεωνίδεω καὶ κατεκέατο ἐν Ἀλπηνοῖσι ὀφθαλμιῶντες ἐς τὸ ἔσχατον , εἴ γε μὴ ἐβούλοντο νοστῆσαι , ἀποθανεῖν ἅμα τοῖσι ἄλλοισι , παρεόν σφι τούτων τὰ ἕτερα ποιέειν , οὐκ ἐθελῆσαι ὁμοφρονέειν , ἀλλὰ γνώμῃ διενειχθέντας Εὔρυτον μὲν πυθόμενον τῶν Περσέων τὴν περίοδον αἰτήσαντά τε τὰ ὅπλα καὶ ἐνδύντα ἄγειν αὐτὸν κελεῦσαι τὸν εἵλωτα ἐς τοὺς μαχομένους , ὅκως δὲ αὐτὸν ἤγαγε , τὸν μὲν ἀγαγόντα οἴχεσθαι φεύγοντα , τὸν δὲ ἐσπεσόντα ἐς τὸν ὅμιλον διαφθαρῆναι , Ἀριστόδημον δὲ λιποψυχέοντα λειφθῆναι . Εἰ μέν νυν ἦν μοῦνον Ἀριστόδημον ἀλγήσαντα ἀπονοστῆσαι ἐς Σπάρτην καὶ ὁμοῦ σφεων ἀμφοτέρων τὴν κομιδὴν γενέσθαι , δοκέειν ἐμοὶ οὐκ ἄν σφι Σπαρτιήτας μῆνιν οὐδεμίαν προσθέσθαι · νῦν δέ , τοῦ μὲν αὐτῶν ἀπολομένου , τοῦ δὲ τῆς μὲν αὐτῆς ἐχομένου προφάσιος οὐκ ἐθελήσαντος δὲ ἀποθνῄσκειν , ἀναγκαίως σφι ἔχειν μηνῖσαι μεγάλως Ἀριστοδήμῳ .
7.230 Οἱ μέν νυν οὕτω σωθῆναι λέγουσι Ἀριστόδημον ἐς Σπάρτην καὶ διὰ πρόφασιν τοιήνδε , οἱ δὲ ἄγγελον πεμφθέντα ἐκ τοῦ στρατοπέδου , ἐξεὸν αὐτῷ καταλαβεῖν τὴν μάχην γινομένην οὐκ ἐθελῆσαι , ἀλλ’ ὑπομείναντα ἐν τῇ ὁδῷ περιγενέσθαι , τὸν δὲ συνάγγελον αὐτοῦ ἀπικόμενον ἐς τὴν μάχην ἀποθανεῖν .