7.228 Θαφθεῖσι δέ σφι αὐτοῦ ταύτῃ τῇ περ ἔπεσον καὶ τοῖσι πρότερον τελευτήσασι τοὺς ὑπὸ Λεωνίδεω ἀποπεμφθέντας οἴχεσθαι ἐπιγέγραπται γράμματα λέγοντα τάδε · Μυριάσιν ποτὲ τᾷδε τριακοσίαις ἐμάχοντο ἐκ Πελοποννάσου χιλιάδες τέτορες . Ταῦτα μὲν δὴ τοῖσι πᾶσι ἐπιγέγραπται , τοῖσι δὲ Σπαρτιήτῃσι ἰδίῃ · ξεῖν’ , ἀγγέλλειν Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα , τοῖς κείνων ῥήμασι πειθόμενοι . Λακεδαιμονίοισι μὲν δὴ τοῦτο , τῷ δὲ μάντι τόδε · Μνῆμα τόδε κλεινοῖο Μεγιστία , ὅν ποτε Μῆδοι Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι , μάντιος , ὃς τότε Κῆρας ἐπερχομένας σάφα εἰδὼς οὐκ ἔτλη Σπάρτης ἡγεμόνα προλιπεῖν . Ἐπιγράμμασι μέν νυν καὶ στήλῃσι , ἔξω τὸ τοῦ μάντιος ἐπίγραμμα , Ἀμφικτύονές εἰσί σφεας οἱ ἐπικοσμήσαντες · τὸ δὲ τοῦ μάντιος Μεγιστίεω Σιμωνίδης Λεωπρέπεός ἐστι κατὰ ξεινίην ἐπιγράψας .