7.226 Λακεδαιμονίων δὲ καὶ Θεσπιέων τοιούτων γενομένων ὅμως λέγεται ἀνὴρ ἄριστος γενέσθαι Σπαρτιήτης Διηνέκης τὸν τόδε φασὶ εἰπεῖν τὸ ἔπος πρὶν συμμεῖξαί σφεας τοῖσι Μήδοισι , πυθόμενον πρός τεο τῶν Τρηχινίων ὡς ἐπεὰν οἱ βάρβαροι ἀπίωσι τὰ τοξεύματα , τὸν ἥλιον ὑπὸ τοῦ πλήθεος τῶν ὀϊστῶν ἀποκρύπτουσι · τοσοῦτο τὸ πλῆθος αὐτῶν εἶναι · τὸν δὲ οὐκ ἐκπλαγέντα τούτοισι εἰπεῖν , ἐν ἀλογίῃ ποιεύμενον τὸ τῶν Μήδων πλῆθος , ὡς πάντα σφι ἀγαθὰ Τρηχίνιος ξεῖνος ἀγγέλλοι , εἰ ἀποκρυπτόντων τῶν Μήδων τὸν ἥλιον ὑπὸ σκιῇ ἔσοιτο πρὸς αὐτοὺς μάχη καὶ οὐκ ἐν ἡλίῳ . Ταῦτα μὲν καὶ ἄλλα τοιουτότροπα ἔπεά φασι Διηνέκεα τὸν Λακεδαιμόνιον λιπέσθαι μνημόσυνα .
7.227 Μετὰ δὲ τοῦτον ἀριστεῦσαι λέγονται Λακεδαιμόνιοι δύο ἀδελφεοί , Ἀλφεός τε καὶ Μάρων Ὀρσιφάντου παῖδες . Θεσπιέων δὲ εὐδοκίμεε μάλιστα τῷ οὔνομα ἦν Διθύραμβος Ἁρματίδεω .