7.225 Ξέρξεώ τε δὴ δύο ἀδελφεοὶ ἐνθαῦτα πίπτουσι μαχόμενοι , καὶ ὑπὲρ τοῦ νεκροῦ τοῦ Λεωνίδεω Περσέων τε καὶ Λακεδαιμονίων ὠθισμὸς ἐγίνετο πολλός , ἐς τοῦτόν τε ἀρετῇ οἱ Ἕλληνες ὑπεξείρυσαν καὶ ἐτρέψαντο τοὺς ἐναντίους τετράκις . Τοῦτο δὲ συνεστήκεε μέχρι οὗ οἱ σὺν Ἐπιάλτῃ παρεγένοντο . Ὡς δὲ τούτους ἥκειν ἐπύθοντο οἱ Ἕλληνες , ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ νεῖκος · ἔς τε γὰρ τὸ στεινὸν τῆς ὁδοῦ ἀνεχώρεον ὀπίσω καὶ παραμειψάμενοι τὸ τεῖχος ἐλθόντες ἵζοντο ἐπὶ τὸν κολωνὸν πάντες ἁλέες οἱ ἄλλοι πλὴν Θηβαίων · δὲ κολωνός ἐστι ἐν τῇ ἐσόδῳ , ὅκου νῦν λίθινος λέων ἕστηκε ἐπὶ Λεωνίδῃ . Ἐν τούτῳ σφέας τῷ χώρῳ ἀλεξομένους μαχαίρῃσι , τοῖσι αὐτῶν ἐτύγχανον ἔτι περιεοῦσαι , καὶ χερσὶ καὶ στόμασι κατέχωσαν οἱ βάρβαροι βάλλοντες , οἱ μὲν ἐξ ἐναντίης ἐπισπόμενοι καὶ τὸ ἔρυμα τοῦ τείχεος συγχώσαντες , οἱ δὲ περιελθόντες πάντοθεν περισταδόν .