7.224 Δόρατα μέν νυν τοῖσι πλέοσι αὐτῶν τηνικαῦτα ἤδη ἐτύγχανε κατεηγότα , οἱ δὲ τοῖσι ξίφεσι διεργάζοντο τοὺς Πέρσας . Καὶ Λεωνίδης τε ἐν τούτῳ τῷ πόνῳ πίπτει ἀνὴρ γενόμενος ἄριστος , καὶ ἕτεροι μετ’ αὐτοῦ ὀνομαστοὶ Σπαρτιητέων , τῶν ἐγὼ ὡς ἀνδρῶν ἀξίων γενομένων ἐπυθόμην τὰ οὐνόματα , ἐπυθόμην δὲ καὶ ἁπάντων τῶν τριηκοσίων . Καὶ δὴ καὶ Περσέων πίπτουσι ἐνθαῦτα ἄλλοι τε πολλοὶ καὶ ὀνομαστοί , ἐν δὲ δὴ καὶ Δαρείου δύο παῖδες , Ἀβροκόμης τε καὶ Ὑπεράνθης , ἐκ τῆς Ἀρτάνεω θυγατρὸς Φραταγούνης γεγονότες Δαρείῳ · δὲ Ἀρτάνης Δαρείου μὲν τοῦ βασιλέος ἦν ἀδελφεός , Ὑστάσπεος δὲ τοῦ Ἀρσάμεος παῖς · ὃς καὶ ἐκδιδοὺς τὴν θυγατέρα Δαρείῳ τὸν οἶκον πάντα τὸν ἑωυτοῦ ἐπέδωκε , ὡς μούνου οἱ ἐούσης ταύτης τέκνου .