7.223 Ξέρξης δὲ ἐπεὶ ἡλίου ἀνατείλαντος σπονδὰς ἐποιήσατο , ἐπισχὼν χρόνον ἐς ἀγορῆς κου μάλιστα πληθώρην πρόσοδον ἐποιέετο · καὶ γὰρ ἐπέσταλτο ἐξ Ἐπιάλτεω οὕτω · ἀπὸ γὰρ τοῦ ὄρεος κατάβασις συντομωτέρη τέ ἐστι καὶ βραχύτερος χῶρος πολλὸν περ περίοδός τε καὶ ἀνάβασις . Οἵ τε δὴ βάρβαροι οἱ ἀμφὶ Ξέρξην προσήισαν καὶ οἱ ἀμφὶ Λεωνίδην Ἕλληνες , ὡς τὴν ἐπὶ θανάτῳ ἔξοδον ποιεύμενοι , ἤδη πολλῷ μᾶλλον κατ’ ἀρχὰς ἐπεξήισαν ἐς τὸ εὐρύτερον τοῦ αὐχένος . Τὸ μὲν γὰρ ἔρυμα τοῦ τείχεος ἐφυλάσσετο , οἱ δὲ ἀνὰ τὰς προτέρας ἡμέρας ὑπεξιόντες ἐς τὰ στεινόπορα ἐμάχοντο · τότε δὲ συμμίσγοντες ἔξω τῶν στεινῶν . . . . . ἔπιπτον πλήθεϊ πολλοὶ τῶν βαρβάρων · ὄπισθε γὰρ οἱ ἡγεμόνες τῶν τελέων ἔχοντες μάστιγας ἐρράπιζον πάντα ἄνδρα , αἰεὶ ἐς τὸ πρόσω ἐποτρύνοντες . Πολλοὶ μὲν δὴ ἐσέπιπτον αὐτῶν ἐς τὴν θάλασσαν καὶ διεφθείροντο , πολλῷ δ’ ἔτι πλέονες κατεπατέοντο ζωοὶ ὑπ’ ἀλλήλων · ἦν δὲ λόγος οὐδεὶς τοῦ ἀπολλυμένου . Ἅτε γὰρ ἐπιστάμενοι τὸν μέλλοντά σφι ἔσεσθαι θάνατον ἐκ τῶν περιιόντων τὸ ὄρος , ἀπεδείκνυντο ῥώμης ὅσον εἶχον μέγιστον ἐς τοὺς βαρβάρους , παραχρεώμενοί τε καὶ ἀτέοντες .