7.221 Μαρτύριον δέ μοι καὶ τόδε οὐκ ἐλάχιστον τούτου πέρι γέγονε , ὅτι καὶ τὸν μάντιν ὃς εἵπετο τῇ στρατιῇ ταύτῃ , Μεγιστίην τὸν Ἀκαρνῆνα , λεγόμενον εἶναι τἀνέκαθεν ἀπὸ Μελάμποδος , τοῦτον τὸν εἴπαντα ἐκ τῶν ἱρῶν τὰ μέλλοντά σφι ἐκβαίνειν , φανερός ἐστι Λεωνίδης ἀποπέμπων , ἵνα μὴ συναπόληταί σφι . δὲ ἀποπεμπόμενος αὐτὸς μὲν οὐκ ἀπέλιπε , τὸν δὲ παῖδα συστρατευόμενον , ἐόντα οἱ μουνογενέα , ἀπέπεμψε .
7.222 Οἱ μέν νυν σύμμαχοι οἱ ἀποπεμπόμενοι οἴχοντό τε ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδῃ , Θεσπιέες δὲ καὶ Θηβαῖοι κατέμειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι . Τούτων δὲ Θηβαῖοι μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι κατεῖχε γάρ σφεας Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος , Θεσπιέες δὲ ἑκόντες μάλιστα , οἳ οὐκ ἔφασαν ἀπολιπόντες Λεωνίδην καὶ τοὺς μετ’ αὐτοῦ ἀπαλλάξεσθαι , ἀλλὰ καταμείναντες συναπέθανον · ἐστρατήγεε δὲ αὐτῶν Δημόφιλος Διαδρόμεω .