7.220 Λέγεται δὲ καὶ ὡς αὐτός σφεας ἀπέπεμψε Λεωνίδης , μὴ ἀπόλωνται κηδόμενος · αὐτῷ δὲ καὶ Σπαρτιητέων τοῖσι παρεοῦσι οὐκ ἔχειν εὐπρεπέως ἐκλιπεῖν τὴν τάξιν ἐς τὴν ἦλθον φυλάξοντες ἀρχήν . Ταύτῃ καὶ μᾶλλον τὴν γνώμην πλεῖστός εἰμι · Λεωνίδην , ἐπείτε ᾔσθετο τοὺς συμμάχους ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας συνδιακινδυνεύειν , κελεῦσαί σφεας ἀπαλλάσσεσθαι , αὐτῷ δὲ ἀπιέναι οὐ καλῶς ἔχειν · μένοντι δὲ αὐτοῦ κλέος μέγα ἐλείπετο , καὶ Σπάρτης εὐδαιμονίη οὐκ ἐξηλείφετο . Ἐκέχρητο γὰρ ὑπὸ τῆς Πυθίης τοῖσι Σπαρτιήτῃσι χρεωμένοισι περὶ τοῦ πολέμου τούτου αὐτίκα κατ’ ἀρχὰς ἐγειρομένου , Λακεδαίμονα ἀνάστατον γενέσθαι ὑπὸ τῶν βαρβάρων , τὸν βασιλέα σφέων ἀπολέσθαι . Ταῦτα δέ σφι ἐν ἔπεσι ἑξαμέτροισι χρᾷ λέγοντα ὧδε · ʹ Ὑμῖν δ’ , Σπάρτης οἰκήτορες εὐρυχόροιο , μέγα ἄστυ ἐρικυδὲς ὑπ’ ἀνδράσι Περσεΐδῃσι πέρθεται , τὸ μὲν οὐχί , ἀφ’ Ἡρακλέους δὲ γενέθλης πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος · οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων ἀντιβίην · Ζηνὸς γὰρ ἔχει μένος · οὐδέ φημι σχήσεσθαι , πρὶν τῶνδ’ ἕτερον διὰ πάντα δάσηται . ʹ Ταῦτά τε δὴ ἐπιλεγόμενον Λεωνίδην καὶ βουλόμενον κλέος καταθέσθαι μούνων Σπαρτιητέων , ἀποπέμψαι τοὺς συμμάχους μᾶλλον γνώμῃ διενειχθέντας οὕτω ἀκόσμως οἴχεσθαι τοὺς οἰχομένους .