7.216 Ἔχει δὲ ὧδε ἀτραπὸς αὕτη . Ἄρχεται μὲν ἀπὸ τοῦ Ἀσωποῦ ποταμοῦ τοῦ διὰ τῆς διασφάγος ῥέοντος , οὔνομα δὲ τῷ ὄρεϊ τούτῳ καὶ τῇ ἀτραπῷ τὠυτὸ κεῖται , Ἀνόπαια · τείνει δὲ Ἀνόπαια αὕτη κατὰ ῥάχιν τοῦ ὄρεος , λήγει δὲ κατά τε Ἀλπηνὸν πόλιν , πρώτην ἐοῦσαν τῶν Λοκρίδων πρὸς τῶν Μηλιέων , καὶ κατὰ Μελαμπύγου τε καλεόμενον λίθον καὶ κατὰ Κερκώπων ἕδρας , τῇ καὶ τὸ στεινότατόν ἐστι .
7.217 Κατὰ ταύτην δὴ τὴν ἀτραπὸν καὶ οὕτω ἔχουσαν οἱ Πέρσαι τὸν Ἀσωπὸν διαβάντες ἐπορεύοντο πᾶσαν τὴν νύκτα , ἐν δεξιῇ μὲν ἔχοντες ὄρεα τὰ Οἰταίων , ἐν ἀριστερῇ δὲ τὰ Τρηχινίων . Ἠώς τε δὴ διέφαινε καὶ οἳ ἐγένοντο ἐπ’ ἀκρωτηρίῳ τοῦ ὄρεος . Κατὰ δὲ τοῦτο τοῦ ὄρεος ἐφύλασσον , ὡς καὶ πρότερόν μοι δεδήλωται , Φωκέων χίλιοι ὁπλῖται , ῥυόμενοί τε τὴν σφετέρην χώρην καὶ φρουρέοντες τὴν ἀτραπόν · μὲν γὰρ κάτω ἐσβολὴ ἐφυλάσσετο ὑπὸ τῶν εἴρηται · τὴν δὲ διὰ τοῦ ὄρεος ἀτραπὸν ἐθελονταὶ Φωκέες ὑποδεξάμενοι Λεωνίδῃ ἐφύλασσον .