7.218 Ἔμαθον δέ σφεας οἱ Φωκέες ὧδε ἀναβεβηκότας · ἀναβαίνοντες γὰρ ἐλάνθανον οἱ Πέρσαι τὸ ὄρος πᾶν ἐὸν δρυῶν ἐπίπλεον . Ἦν μὲν δὴ νηνεμίη , ψόφου δὲ γινομένου πολλοῦ , ὡς οἰκὸς ἦν φύλλων ὑποκεχυμένων ὑπὸ τοῖσι ποσί , ἀνά τε ἔδραμον οἱ Φωκέες καὶ ἐνέδυνον τὰ ὅπλα , καὶ αὐτίκα οἱ βάρβαροι παρῆσαν . Ὡς δὲ εἶδον ἄνδρας ἐνδυομένους ὅπλα , ἐν θώματι ἐγένοντο · ἐλπόμενοι γὰρ οὐδέν σφι φανήσεσθαι ἀντίξοον ἐνεκύρησαν στρατῷ · ἐνθαῦτα Ὑδάρνης , καταρρωδήσας μὴ οἱ Φωκέες ἔωσι Λακεδαιμόνιοι , εἴρετο Ἐπιάλτην ὁκοδαπὸς εἴη στρατός · πυθόμενος δὲ ἀτρεκέως διέτασσε τοὺς Πέρσας ὡς ἐς μάχην . Οἱ δὲ Φωκέες ὡς ἐβάλλοντο τοῖσι τοξεύμασι πολλοῖσί τε καὶ πυκνοῖσι , οἴχοντο φεύγοντες ἐπὶ τοῦ ὄρεος τὸν κόρυμβον , ἐπιστάμενοι ὡς ἐπὶ σφέας ὁρμήθησαν ἀρχήν , καὶ παρεσκευάδατο ὡς ἀπολεόμενοι . Οὗτοι μὲν δὴ ταῦτα ἐφρόνεον , οἱ δὲ ἀμφὶ Ἐπιάλτην καὶ Ὑδάρνεα Πέρσαι Φωκέων μὲν οὐδένα λόγον ἐποιεῦντο , οἱ δὲ κατέβαινον τὸ ὄρος κατὰ τάχος . ʹ