7.214 Ἔστι δὲ ἕτερος λεγόμενος λόγος , ὡς Ὀνήτης τε Φαναγόρεω ἀνὴρ Καρύστιος καὶ Κορυδαλλὸς Ἀντικυρεύς εἰσι οἱ εἴπαντες πρὸς βασιλέα τούτους τοὺς λόγους καὶ περιηγησάμενοι τὸ ὄρος τοῖσι Πέρσῃσι , οὐδαμῶς ἔμοιγε πιστός . Τοῦτο μὲν γὰρ τῷδε χρὴ σταθμώσασθαι , ὅτι οἱ τῶν Ἑλλήνων Πυλαγόροι ἐπεκήρυξαν οὐκ ἐπὶ Ὀνήτῃ τε καὶ Κορυδαλλῷ ἀργύριον ἀλλ’ ἐπὶ Ἐπιάλτῃ τῷ Τρηχινίῳ , πάντως κου τὸ ἀτρεκέστατον πυθόμενοι . Τοῦτο δὲ φεύγοντα Ἐπιάλτην ταύτην τὴν αἰτίην οἴδαμεν · εἰδείη μὲν γὰρ ἂν καὶ ἐὼν μὴ Μηλιεὺς ταύτην τὴν ἀτραπὸν Ὀνήτης , εἰ τῇ χώρῃ πολλὰ ὡμιληκὼς εἴη . Ἀλλ’ Ἐπιάλτης γάρ ἐστι περιηγησάμενος τὸ ὄρος καὶ κατὰ τὴν ἀτραπόν , τοῦτον αἴτιον γράφω .
7.215 Ξέρξης δέ , ἐπεί οἱ ἤρεσε τὰ ὑπέσχετο Ἐπιάλτης κατεργάσεσθαι , αὐτίκα περιχαρὴς γενόμενος ἔπεμπε Ὑδάρνεα καὶ τῶν ἐστρατήγεε Ὑδάρνης · ὁρμέατο δὲ περὶ λύχνων ἁφὰς ἐκ τοῦ στρατοπέδου . Τὴν δὲ ἀτραπὸν ταύτην ἐξεῦρον μὲν οἱ ἐπιχώριοι Μηλιέες , ἐξευρόντες δὲ Θεσσαλοῖσι κατηγήσαντο ἐπὶ Φωκέας , τότε ὅτε οἱ Φωκέες φράξαντες τείχεϊ τὴν ἐσβολὴν ἦσαν ἐν σκέπῃ τοῦ πολέμου · ἔκ τε τοσοῦδε κατεδέδεκτο ἐοῦσα οὐδὲν χρηστὴ Μηλιεῦσι .