7.212 Ἐν ταύτῃσι τῇσι προσόδοισι τῆς μάχης λέγεται βασιλέα θηεύμενον τρὶς ἀναδραμεῖν ἐκ τοῦ θρόνου , δείσαντα περὶ τῇ στρατιῇ . Τότε μὲν οὕτω ἠγωνίσαντο . Τῇ δ’ ὑστεραίῃ οἱ βάρβαροι οὐδὲν ἄμεινον ἀέθλεον · ἅτε γὰρ ὀλίγων ἐόντων . . . , ἐλπίσαντές σφεας κατατετρωματίσθαι τε καὶ οὐκ οἵους τε ἔσεσθαι ἔτι χεῖρας ἀνταείρεσθαι συνέβαλλον . Οἱ δὲ Ἕλληνες κατὰ τάξις τε καὶ κατὰ ἔθνεα κεκοσμημένοι ἦσαν καὶ ἐν μέρεϊ ἕκαστοι ἐμάχοντο , πλὴν Φωκέων · οὗτοι δὲ ἐς τὸ ὄρος ἐτάχθησαν φυλάξοντες τὴν ἀτραπόν . Ὡς δὲ οὐδὲν εὕρισκον ἀλλοιότερον οἱ Πέρσαι τῇ προτεραίῃ ἐνώρων , ἀπήλαυνον .
7.213 Ἀπορέοντος δὲ βασιλέος τι χρήσηται τῷ παρεόντι πρήγματι , Ἐπιάλτης Εὐρυδήμου ἀνὴρ Μηλιεὺς ἦλθέ οἱ ἐς λόγους ὡς μέγα τι παρὰ βασιλέος δοκέων οἴσεσθαι , ἔφρασέ τε τὴν ἀτραπὸν τὴν διὰ τοῦ ὄρεος φέρουσαν ἐς Θερμοπύλας , καὶ διέφθειρε τοὺς ταύτῃ ὑπομείναντας Ἑλλήνων . Ὕστερον δὲ δείσας Λακεδαιμονίους ἔφυγε ἐς Θεσσαλίην , καί οἱ φυγόντι ὑπὸ τῶν Πυλαγόρων , τῶν Ἀμφικτυόνων ἐς τὴν Πυλαίην συλλεγομένων , ἀργύριον ἐπεκηρύχθη . Χρόνῳ δὲ ὕστερον , κατῆλθε γὰρ ἐς Ἀντικύρην , ἀπέθανε ὑπὸ Ἀθηνάδεω ἀνδρὸς Τρηχινίου · δὲ Ἀθηνάδης οὗτος ἀπέκτεινε μὲν Ἐπιάλτην δι’ ἄλλην αἰτίην , τὴν ἐγὼ ἐν τοῖσι ὄπισθε λόγοισι σημανέω , ἐτιμήθη μέντοι ὑπὸ Λακεδαιμονίων οὐδὲν ἧσσον . Ἐπιάλτης μὲν οὕτω ὕστερον τούτων ἀπέθανε .