7.211 Ἐπείτε δὲ οἱ Μῆδοι τρηχέως περιείποντο , ἐνθαῦτα οὗτοι μὲν ὑπεξήισαν , οἱ δὲ Πέρσαι ἐκδεξάμενοι ἐπήισαν , τοὺς Ἀθανάτους ἐκάλεε βασιλεύς , τῶν ἦρχε Ὑδάρνης , ὡς δὴ οὗτοί γε εὐπετέως κατεργασόμενοι . Ὡς δὲ καὶ οὗτοι συνέμισγον τοῖσι Ἕλλησι , οὐδὲν πλέον ἐφέροντο τῆς στρατιῆς τῆς Μηδικῆς ἀλλὰ τὰ αὐτά , ἅτε ἐν στεινοπόρῳ τε χώρῳ μαχόμενοι καὶ δόρασι βραχυτέροισι χρεώμενοι περ οἱ Ἕλληνες καὶ οὐκ ἔχοντες πλήθεϊ χρήσασθαι . Λακεδαιμόνιοι δὲ ἐμάχοντο ἀξίως λόγου , ἄλλα τε ἀποδεικνύμενοι ἐν οὐκ ἐπισταμένοισι μάχεσθαι ἐξεπιστάμενοι , καὶ ὅκως ἐντρέψειαν τὰ νῶτα , ἁλέες φεύγεσκον δῆθεν , οἱ δὲ βάρβαροι ὁρῶντες φεύγοντας βοῇ τε καὶ πατάγῳ ἐπήισαν , οἱ δ’ ἂν καταλαμβανόμενοι ὑπέστρεφον ἀντίοι εἶναι τοῖσι βαρβάροισι , μεταστρεφόμενοι δὲ κατέβαλλον πλήθεϊ ἀναριθμήτους τῶν Περσέων . Ἔπιπτον δὲ καὶ αὐτῶν τῶν Σπαρτιητέων ἐνθαῦτα ὀλίγοι . Ἐπεὶ δὲ οὐδὲν ἐδυνέατο παραλαβεῖν οἱ Πέρσαι τῆς ἐσόδου πειρώμενοι καὶ κατὰ τέλεα καὶ παντοίως προσβάλλοντες , ἀπήλαυνον ὀπίσω .