7.210 Ταῦτα λέγων οὐκ ἔπειθε τὸν Ξέρξην . Τέσσερας μὲν δὴ παρῆκε ἡμέρας , ἐλπίζων αἰεί σφεας ἀποδρήσεσθαι · πέμπτῃ δέ , ὡς οὐκ ἀπαλλάσσοντο ἀλλά οἱ ἐφαίνοντο ἀναιδείῃ τε καὶ ἀβουλίῃ διαχρεώμενοι μένειν , πέμπει ἐπ’ αὐτοὺς Μήδους τε καὶ Κισσίους θυμωθείς , ἐντειλάμενός σφεας ζωγρήσαντας ἄγειν ἐς ὄψιν τὴν ἑωυτοῦ . Ὡς δ’ ἐσέπεσον φερόμενοι ἐς τοὺς Ἕλληνας οἱ Μῆδοι , ἔπιπτον πολλοί , ἄλλοι δ’ ἐπεσήισαν , καὶ οὐκ ἀπήλαυνον καίπερ μεγάλως προσπταίοντες . Δῆλον δ’ ἐποίευν παντί τεῳ καὶ οὐκ ἥκιστα αὐτῷ βασιλέϊ ὅτι πολλοὶ μὲν ἄνθρωποι εἶεν , ὀλίγοι δὲ ἄνδρες . Ἐγίνετο δὲ συμβολὴ δι’ ἡμέρης .