7.209 Ἀκούων δὲ Ξέρξης οὐκ εἶχε συμβαλέσθαι τὸ ἐόν , ὅτι παρεσκευάζοντο ὡς ἀπολεόμενοί τε καὶ ἀπολέοντες κατὰ δύναμιν · ἀλλ’ αὐτῷ γελοῖα γὰρ ἐφαίνοντο ποιέειν , μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος , ἐόντα ἐν τῷ στρατοπέδῳ . Ἀπικόμενον δέ μιν εἰρώτα Ξέρξης ἕκαστα τούτων , ἐθέλων μαθεῖν τὸ ποιεύμενον πρὸς τῶν Λακεδαιμονίων . δὲ εἶπε · ʹ Ἤκουσας μὲν καὶ πρότερόν μεο , εὖτε ὁρμῶμεν ἐπὶ τὴν Ἑλλάδα , περὶ τῶν ἀνδρῶν τούτων · ἀκούσας δὲ γέλωτά με ἔθεο λέγοντα τῇ περ ὥρων ἐκβησόμενα τὰ πρήγματα ταῦτα . Ἐμοὶ γὰρ τὴν ἀληθείην ἀσκέειν ἀντία σέο , βασιλεῦ , ἀγὼν μέγιστός ἐστι · ἄκουσον δὲ καὶ νῦν . Οἱ ἄνδρες οὗτοι ἀπίκαται μαχησόμενοι ἡμῖν περὶ τῆς ἐσόδου καὶ ταῦτα παρασκευάζονται . Νόμος γάρ σφι οὕτω ἔχων ἐστί · ἐπεὰν μέλλωσι κινδυνεύειν τῇ ψυχῇ , τότε τὰς κεφαλὰς κοσμέονται . Ἐπίστασο δέ · εἰ τούτους τε καὶ τὸ ὑπομένον ἐν Σπάρτῃ καταστρέψεαι , ἔστι οὐδὲν ἄλλο ἔθνος ἀνθρώπων τὸ σέ , βασιλεῦ , ὑπομενέει χεῖρας ἀνταειρόμενον · νῦν γὰρ πρὸς βασιληίην τε καλλίστην τῶν ἐν Ἕλλησι προσφέρεαι καὶ ἄνδρας ἀρίστους . ʹ Κάρτα τε δὴ Ξέρξῃ ἄπιστα ἐφαίνετο τὰ λεγόμενα εἶναι , καὶ δεύτερα ἐπειρώτα ὅντινα τρόπον τοσοῦτοι ἐόντες τῇ ἑωυτοῦ στρατιῇ μαχήσονται . δὲ εἶπε · ʹ βασιλεῦ , ἐμοὶ χρᾶσθαι ὡς ἀνδρὶ ψεύστῃ , ἢν μὴ ταῦτά τοι ταύτῃ ἐκβῇ τῇ ἐγὼ λέγω . ʹ