7.208 Ταῦτα βουλευομένων σφέων ἔπεμπε Ξέρξης κατάσκοπον ἱππέα ἰδέσθαι ὁκόσοι εἰσὶ καὶ τι ποιοῖεν · ἀκηκόεε δὲ ἔτι ἐὼν ἐν Θεσσαλίῃ ὡς ἁλισμένη εἴη ταύτῃ στρατιὴ ὀλίγη , καὶ τοὺς ἡγεμόνας ὡς εἴησαν Λακεδαιμόνιοί τε καὶ Λεωνίδης , ἐὼν γένος Ἡρακλείδης . Ὡς δὲ προσήλασε ἱππεὺς πρὸς τὸ στρατόπεδον , ἐθηεῖτό τε καὶ κατώρα πᾶν μὲν οὐ τὸ στρατόπεδον · τοὺς γὰρ ἔσω τεταγμένους τοῦ τείχεος , τὸ ἀνορθώσαντες εἶχον ἐν φυλακῇ , οὐκ οἷά τε ἦν κατιδέσθαι · δὲ τοὺς ἔξω ἐμάνθανε , τοῖσι πρὸ τοῦ τείχεος τὰ ὅπλα ἔκειτο . Ἔτυχον δὲ τοῦτον τὸν χρόνον Λακεδαιμόνιοι ἔξω τεταγμένοι . Τοὺς μὲν δὴ ὥρα γυμναζομένους τῶν ἀνδρῶν , τοὺς δὲ τὰς κόμας κτενιζομένους · ταῦτα δὴ θεώμενος ἐθώμαζε καὶ τὸ πλῆθος ἐμάνθανε · μαθὼν δὲ πάντα ἀτρεκέως ἀπήλαυνε ὀπίσω κατ’ ἡσυχίην · οὔτε γάρ τις ἐδίωκε ἀλογίης τε ἐκύρησε πολλῆς · ἀπελθών τε ἔλεγε πρὸς Ξέρξην τά περ ὀπώπεε πάντα . ʹ