7.206 Τούτους μὲν τοὺς ἀμφὶ Λεωνίδην πρώτους ἀπέπεμψαν Σπαρτιῆται , ἵνα τούτους ὁρῶντες οἱ ἄλλοι σύμμαχοι στρατεύωνται μηδὲ καὶ οὗτοι μηδίσωσι , ἢν αὐτοὺς πυνθάνωνται ὑπερβαλλομένους · μετὰ δέ , Κάρνεια γάρ σφι ἦν ἐμποδών , ἔμελλον ὁρτάσαντες καὶ φύλακας λιπόντες ἐν τῇ Σπάρτῃ κατὰ τάχος βοηθέειν πανδημεί . Ὣς δὲ καὶ οἱ λοιποὶ τῶν συμμάχων ἐνένωντο καὶ αὐτοὶ ἕτερα τοιαῦτα ποιήσειν · ἦν γὰρ κατὰ τὠυτὸ Ὀλυμπιὰς τούτοισι τοῖσι πρήγμασι συμπεσοῦσα · οὐκ ὦν δοκέοντες κατὰ τάχος οὕτω διακριθήσεσθαι τὸν ἐν Θερμοπύλῃσι πόλεμον ἔπεμπον τοὺς προδρόμους .
7.207 Οὗτοι μὲν δὴ οὕτω διενένωντο ποιήσειν . Οἱ δὲ ἐν Θερμοπύλῃσι Ἕλληνες , ἐπειδὴ πέλας ἐγένετο τῆς ἐσβολῆς Πέρσης , καταρρωδέοντες ἐβουλεύοντο περὶ ἀπαλλαγῆς . Τοῖσι μέν νυν ἄλλοισι Πελοποννησίοισι ἐδόκεε ἐλθοῦσι ἐς Πελοπόννησον τὸν Ἰσθμὸν ἔχειν ἐν φυλακῇ · Λεωνίδης δέ , Φωκέων καὶ Λοκρῶν περισπερχθέντων τῇ γνώμῃ ταύτῃ , αὐτοῦ τε μένειν ἐψηφίζετο πέμπειν τε ἀγγέλους ἐς τὰς πόλις κελεύοντάς σφι ἐπιβοηθέειν , ὡς ἐόντων αὐτῶν ὀλίγων στρατὸν τὸν Μήδων ἀλέξασθαι .