7.200 Ἔστι δὲ ἄλλος Φοῖνιξ ποταμὸς οὐ μέγας πρὸς μεσαμβρίην τοῦ Ἀσωποῦ , ὃς ἐκ τῶν ὀρέων τούτων ῥέων ἐς τὸν Ἀσωπὸν ἐκδιδοῖ · κατὰ δὲ τὸν Φοίνικα ποταμὸν στεινότατόν ἐστι · ἁμαξιτὸς γὰρ μούνη μία δέδμηται . Ἀπὸ δὲ τοῦ Φοίνικος ποταμοῦ πεντεκαίδεκα στάδιά ἐστι ἐς Θερμοπύλας · ἐν δὲ τῷ μεταξὺ Φοίνικός τε ποταμοῦ καὶ Θερμοπυλέων κώμη τε ἔστι τῇ οὔνομα Ἀνθήλη κεῖται , παρ’ ἣν δὴ παραρρέων Ἀσωπὸς ἐς θάλασσαν ἐκδιδοῖ , καὶ χῶρος περὶ αὐτὴν εὐρύς , ἐν τῷ Δήμητρός τε ἱρὸν Ἀμφικτυονίδος ἵδρυται καὶ ἕδραι εἰσὶ Ἀμφικτύοσι καὶ αὐτοῦ τοῦ Ἀμφικτύονος ἱρόν .
7.201 Βασιλεὺς μὲν δὴ Ξέρξης ἐστρατοπεδεύετο τῆς Μηλίδος ἐν τῇ Τρηχινίῃ , οἱ δὲ δὴ Ἕλληνες ἐν τῇ διόδῳ · καλέεται δὲ χῶρος οὗτος ὑπὸ μὲν τῶν πλεόνων Ἑλλήνων Θερμοπύλαι , ὑπὸ δὲ τῶν ἐπιχωρίων καὶ περιοίκων Πύλαι . Ἐστρατοπεδεύοντο μέν νυν ἑκάτεροι ἐν τούτοισι τοῖσι χωρίοισι , ἐπεκράτεε δὲ μὲν τῶν πρὸς βορέην ἄνεμον ἐχόντων πάντων μέχρι Τρηχῖνος , οἱ δὲ τῶν πρὸς νότον τε καὶ μεσαμβρίην φερόντων τὸ ἐπὶ ταύτης τῆς ἠπείρου .
7.202 Ἦσαν δὲ οἵδε Ἑλλήνων οἱ ὑπομένοντες τὸν Πέρσην ἐν τούτῳ τῷ χώρῳ · Σπαρτιητέων τε τριηκόσιοι ὁπλῖται καὶ Τεγεητέων καὶ Μαντινέων χίλιοι , ἡμίσεες ἑκατέρων , ἐξ Ὀρχομενοῦ τε τῆς Ἀρκαδίης εἴκοσι καὶ ἑκατὸν καὶ ἐκ τῆς λοιπῆς Ἀρκαδίης χίλιοι · τοσοῦτοι μὲν Ἀρκάδων · ἀπὸ δὲ Κορίνθου τετρακόσιοι καὶ ἀπὸ Φλειοῦντος διηκόσιοι καὶ Μυκηναίων ὀγδώκοντα · οὗτοι μὲν ἀπὸ Πελοποννήσου παρῆσαν . Ἀπὸ δὲ Βοιωτῶν Θεσπιέων τε ἑπτακόσιοι καὶ Θηβαίων τετρακόσιοι .