7.203 Πρὸς τούτοισι ἐπίκλητοι ἐγένοντο Λοκροί τε οἱ Ὀπούντιοι πανστρατιῇ καὶ Φωκέων χίλιοι . Αὐτοὶ γάρ σφεας οἱ Ἕλληνες ἐπεκαλέσαντο , λέγοντες δι’ ἀγγέλων ὡς αὐτοὶ μὲν ἥκοιεν πρόδρομοι τῶν ἄλλων , οἱ δὲ λοιποὶ τῶν συμμάχων προσδόκιμοι πᾶσαν εἶεν ἡμέρην , θάλασσά τέ σφι εἴη ἐν φυλακῇ ὑπ’ Ἀθηναίων τε φρουρεομένη καὶ Αἰγινητέων καὶ τῶν ἐς τὸν ναυτικὸν στρατὸν ταχθέντων , καί σφι εἴη δεινὸν οὐδέν · οὐ γὰρ θεὸν εἶναι τὸν ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα ἀλλ’ ἄνθρωπον , εἶναι δὲ θνητὸν οὐδένα οὐδὲ ἔσεσθαι τῷ κακὸν ἐξ ἀρχῆς γινομένῳ οὐ συνεμίχθη , τοῖσι δὲ μεγίστοισι αὐτῶν μέγιστα · ὀφείλειν ὦν καὶ τὸν ἐπελαύνοντα , ὡς ἐόντα θνητόν , ἀπὸ τῆς δόξης πεσεῖν ἄν . Οἱ δὲ ταῦτα πυνθανόμενοι ἐβοήθεον ἐς τὴν Τρηχῖνα .