7.198 Ταῦτα μὲν τὰ ἐν Θεσσαλίῃ καὶ τὰ ἐν Ἀχαιίῃ . Ἀπὸ δὲ τούτων τῶν χώρων ἤιε ἐς τὴν Μηλίδα παρὰ κόλπον θαλάσσης , ἐν τῷ ἄμπωτίς τε καὶ ῥηχίη ἀνὰ πᾶσαν ἡμέρην γίνεται . Περὶ δὲ τὸν κόλπον τοῦτόν ἐστι χῶρος πεδινός , τῇ μὲν εὐρύς , τῇ δὲ καὶ κάρτα στεινός · περὶ δὲ τὸν χῶρον ὄρεα ὑψηλὰ καὶ ἄβατα , τὰ περικληίει πᾶσαν τὴν Μηλίδα γῆν , Τρηχίνιαι πέτραι καλεόμεναι . Πρώτη μέν νυν πόλις ἐστὶ ἐν τῷ κόλπῳ ἰόντι ἀπὸ Ἀχαιίης Ἀντικύρη , παρ’ ἣν Σπερχειὸς ποταμὸς ῥέων ἐξ Ἐνιήνων ἐς θάλασσαν ἐκδιδοῖ . Ἀπὸ δὲ τούτου διὰ εἴκοσί κου σταδίων ἄλλος ποταμὸς τῷ οὔνομα κεῖται Δύρας , τὸν βοηθέοντα τῷ Ἡρακλέϊ καιομένῳ λόγος ἐστὶ ἀναφανῆναι . Ἀπὸ δὲ τούτου δι’ ἄλλων εἴκοσι σταδίων ἄλλος ποταμός ἐστι , ὃς καλέεται Μέλας ,
7.199 Τρηχὶς δὲ πόλις ἀπὸ τοῦ Μέλανος τούτου ποταμοῦ πέντε στάδια ἀπέχει · ταύτῃ δὲ καὶ εὐρύτατόν ἐστι πάσης τῆς χώρης ταύτης ἐκ τῶν ὀρέων ἐς θάλασσαν , κατ’ Τρηχὶς πεπόλισται · δισχίλιά τε γὰρ καὶ δισμύρια πλέθρα τοῦ πεδίου ἐστί . Τοῦ δὲ ὄρεος τὸ περικληίει τὴν γῆν τὴν Τρηχινίην ἐστὶ διασφὰξ πρὸς μεσαμβρίην Τρηχῖνος · διὰ δὲ τῆς διασφάγος Ἀσωπὸς ποταμὸς ῥέει παρὰ τὴν ὑπωρείην τοῦ ὄρεος .