7.194 Πεντεκαίδεκα δὲ τῶν νεῶν τουτέων ἔτυχόν τε ὕσταται πολλὸν ἐξαναχθεῖσαι καί κως κατεῖδον τὰς ἐπ’ Ἀρτεμισίῳ τῶν Ἑλλήνων νέας · ἔδοξάν τε δὴ τὰς σφετέρας εἶναι οἱ βάρβαροι καὶ πλέοντες ἐσέπεσον ἐς τοὺς πολεμίους . Τῶν ἐστρατήγεε ἀπὸ Κύμης τῆς Αἰολίδος ὕπαρχος Σανδώκης Θαμασίου , τὸν δὴ πρότερον τούτων βασιλεὺς Δαρεῖος ἐπ’ αἰτίῃ τοιῇδε λαβὼν ἀνεσταύρωσε , ἐόντα τῶν βασιληίων δικαστέων · Σανδώκης ἐπὶ χρήμασι ἄδικον δίκην ἐδίκασε . Ἀνακρεμασθέντος ὦν αὐτοῦ , λογιζόμενος Δαρεῖος εὗρέ οἱ πλέω ἀγαθὰ τῶν ἁμαρτημάτων πεποιημένα ἐς οἶκον τὸν βασιλήιον · εὑρὼν δὲ τοῦτο Δαρεῖος καὶ γνοὺς ὡς ταχύτερα αὐτὸς σοφώτερα ἐργασμένος εἴη , ἔλυσε . Βασιλέα μὲν δὴ Δαρεῖον οὕτω διαφυγὼν μὴ ἀπολέσθαι περιῆν · τότε δὲ ἐς τοὺς Ἕλληνας καταπλώσας ἔμελλε οὐ τὸ δεύτερον διαφυγὼν περιέσεσθαι · ὡς γάρ σφεας εἶδον προσπλέοντας οἱ Ἕλληνες , μαθόντες αὐτῶν τὴν γινομένην ἁμαρτάδα ἐπαναχθέντες εὐπετέως σφέας εἷλον .
7.195 Ἐν τουτέων μιῇ Ἀρίδωλις πλέων ἥλω , τύραννος Ἀλαβάνδων τῶν ἐν Καρίῃ · ἐν ἑτέρῃ δὲ Πάφιος στρατηγὸς Πενθύλος Δημονόου , ὃς ἦγε μὲν δυώδεκα νέας ἐκ Πάφου , ἀποβαλὼν δέ σφεων τὰς ἕνδεκα τῷ χειμῶνι τῷ γενομένῳ κατὰ Σηπιάδα , μιῇ τῇ περιγενομένῃ καταπλέων ἐπ’ Ἀρτεμίσιον ἥλω . Τούτους οἱ Ἕλληνες , ἐξιστορήσαντες τὰ ἐβούλοντο πυθέσθαι ἀπὸ τῆς Ξέρξεω στρατιῆς , ἀποπέμπουσι δεδεμένους ἐς τὸν Κορινθίων ἰσθμόν .