7.193 Οἱ δὲ βάρβαροι , ὡς ἐπαύσατό τε ἄνεμος καὶ τὸ κῦμα ἔστρωτο , κατασπάσαντες τὰς νέας ἔπλεον παρὰ τὴν ἤπειρον , κάμψαντες δὲ τὴν ἄκρην τῆς Μαγνησίης ἰθέαν ἔπλεον ἐς τὸν κόλπον τὸν ἐπὶ Παγασέων φέροντα . Ἔστι δὲ χῶρος ἐν τῷ κόλπῳ τούτῳ τῆς Μαγνησίης , ἔνθα λέγεται τὸν Ἡρακλέα καταλειφθῆναι ὑπὸ Ἰήσονός τε καὶ τῶν συνεταίρων ἐκ τῆς Ἀργοῦς ἐπ’ ὕδωρ πεμφθέντα , εὖτε ἐπὶ τὸ κῶας ἔπλεον ἐς Αἶαν τὴν Κολχίδα · ἐνθεῦτεν γὰρ ἔμελλον ὑδρευσάμενοι ἐς τὸ πέλαγος ἀφήσειν · ἐπὶ τούτου δὲ τῷ χώρῳ οὔνομα γέγονε Ἀφέται . Ἐν τούτῳ ὦν ὅρμον οἱ Ξέρξεω ἐποιεῦντο .