7.196 μὲν δὴ ναυτικὸς τῶν βαρβάρων στρατός , πάρεξ τῶν πεντεκαίδεκα νεῶν τῶν εἶπον Σανδώκεα στρατηγέειν , ἀπίκοντο ἐς Ἀφέτας . Ξέρξης δὲ καὶ πεζὸς πορευθεὶς διὰ Θεσσαλίης καὶ Ἀχαιίης ἐσβεβληκὼς ἦν καὶ δὴ τριταῖος ἐς Μηλιέας , ἐν Θεσσαλίῃ μὲν ἅμιλλαν ποιησάμενος ἵππων , τῶν ἑωυτοῦ ἀποπειρώμενος καὶ τῆς Θεσσαλικῆς ἵππου , πυθόμενος ὡς ἀρίστη εἴη τῶν ἐν Ἕλλησι · ἔνθα δὴ αἱ Ἑλληνίδες ἵπποι ἐλείποντο πολλόν . Τῶν μέν νυν ἐν Θεσσαλίῃ ποταμῶν Ὀνόχωνος μοῦνος οὐκ ἀπέχρησε τῇ στρατιῇ τὸ ῥέεθρον πινόμενος · τῶν δὲ ἐν Ἀχαιίῃ ποταμῶν ῥεόντων οὐδὲ ὅστις μέγιστος αὐτῶν ἐστι Ἠπιδανός , οὐδὲ οὗτος ἀντέσχε εἰ μὴ φλαύρως .