7.191 Σιταγωγῶν δὲ ὁλκάδων καὶ τῶν ἄλλων πλοίων διαφθειρομένων οὐκ ἐπῆν ἀριθμός , ὥστε δείσαντες οἱ στρατηγοὶ τοῦ ναυτικοῦ στρατοῦ μή σφι κεκακωμένοισι ἐπιθέωνται οἱ Θεσσαλοί , ἕρκος ὑψηλὸν ἐκ τῶν ναυηγίων περιεβάλοντο . Ἡμέρας γὰρ δὴ ἐχείμαζε τρεῖς · τέλος δὲ ἔντομά τε ποιεῦντες καὶ καταείδοντες βοῇσι οἱ μάγοι τῷ ἀνέμῳ , πρὸς δὲ τούτοισι καὶ τῇ Θέτι καὶ τῇσι Νηρηίσι θύοντες ἔπαυσαν τετάρτῃ ἡμέρῃ , ἄλλως κως αὑτὸς ἐθέλων ἐκόπασε . Τῇ δὲ Θέτι ἔθυον πυθόμενοι παρὰ τῶν Ἰώνων τὸν λόγον ὡς ἐκ τοῦ χώρου τούτου ἁρπασθείη ὑπὸ Πηλέος , εἴη τε ἅπασα ἀκτὴ Σηπιὰς ἐκείνης τε καὶ τῶν ἀλλέων Νηρηίδων .
7.192 μὲν δὴ τετάρτῃ ἡμέρῃ ἐπέπαυτο . Τοῖσι δὲ Ἕλλησι οἱ ἡμεροσκόποι ἀπὸ τῶν ἄκρων τῶν Εὐβοϊκῶν καταδραμόντες δευτέρῃ ἡμέρῃ ἀπ’ ἧς χειμὼν πρῶτος ἐγένετο , ἐσήμαινον πάντα τὰ γενόμενα περὶ τὴν ναυηγίην . Οἱ δὲ ὡς ἐπύθοντο , Ποσειδέωνι Σωτῆρι εὐξάμενοι καὶ σπονδὰς προχέαντες τὴν ταχίστην ὀπίσω ἠπείγοντο ἐπὶ τὸ Ἀρτεμίσιον , ἐλπίσαντες ὀλίγας τινάς σφι ἀντιξόους ἔσεσθαι νέας · οἱ μὲν δὴ τὸ δεύτερον ἐλθόντες περὶ τὸ Ἀρτεμίσιον ἐναυλόχεον , Ποσειδέωνος Σωτῆρος ἐπωνυμίην ἀπὸ τούτου ἔτι καὶ ἐς τόδε νομίζοντες .