7.189 Λέγεται δὲ λόγος ὡς Ἀθηναῖοι τὸν Βορέην ἐκ θεοπροπίου ἐπεκαλέσαντο , ἐλθόντος σφι ἄλλου χρηστηρίου τὸν γαμβρὸν ἐπίκουρον καλέσασθαι . Βορέης δὲ κατὰ τὸν Ἑλλήνων λόγον ἔχει γυναῖκα Ἀττικήν , Ὠρείθυιαν τὴν Ἐρεχθέος · κατὰ δὴ τὸ κῆδος τοῦτο οἱ Ἀθηναῖοι , ὡς φάτις ὅρμηται , συμβαλλόμενοί σφι τὸν Βορέην γαμβρὸν εἶναι , ναυλοχέοντες τῆς Εὐβοίης ἐν Χαλκίδι ὡς ἔμαθον αὐξόμενον τὸν χειμῶνα καὶ πρὸ τούτου , ἐθύοντό τε καὶ ἐπεκαλέοντο τόν τε Βορέην καὶ τὴν Ὠρείθυιαν τιμωρῆσαί σφι καὶ διαφθεῖραι τῶν βαρβάρων τὰς νέας , ὡς καὶ πρότερον περὶ Ἄθων . Εἰ μέν νυν διὰ ταῦτα τοῖσι βαρβάροισι ὁρμέουσι Βορέης ἐπέπεσε οὐκ ἔχω εἰπεῖν · οἱ δ’ ὦν Ἀθηναῖοί σφι λέγουσι βοηθήσαντα τὸν Βορέην πρότερον καὶ τότε ἐκεῖνα κατεργάσασθαι , καὶ ἱρὸν ἀπελθόντες Βορέω ἱδρύσαντο παρὰ ποταμὸν Ἰλισσόν .
7.190 Ἐν τούτῳ τῷ πόνῳ νέας , οἳ ἐλαχίστας , λέγουσι διαφθαρῆναι τετρακοσιέων οὐκ ἐλάσσονας , ἄνδρας τε ἀναριθμήτους χρημάτων τε πλῆθος ἄφθονον · ὥστε Ἀμεινοκλέϊ τῷ Κρητίνεω ἀνδρὶ Μάγνητι γηοχέοντι περὶ Σηπιάδα μεγάλως ναυηγίη αὕτη ἐγένετο χρηστή · ὃς πολλὰ μὲν χρύσεα ποτήρια ὑστέρῳ χρόνῳ ἐκβρασσόμενα ἀνείλετο , πολλὰ δὲ ἀργύρεα , θησαυρούς τε τῶν Περσέων εὗρε , ἄλλα τε χρύσεα ἄφατα χρήματα περιεβάλετο . Ἀλλ’ μὲν τἆλλα οὐκ εὐτυχέων εὑρήμασι μέγα πλούσιος ἐγένετο · ἦν γάρ τις καὶ τοῦτον ἄχαρις συμφορὴ λυπέουσα παιδοφόνος .