7.188 δὲ δὴ ναυτικὸς στρατὸς ἐπείτε ὁρμηθεὶς ἔπλεε καὶ κατέσχε τῆς Μαγνησίης χώρης ἐς τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς , αἱ μὲν δὴ πρῶται τῶν νεῶν ὅρμεον πρὸς γῇ , ἄλλαι δ’ ἐπ’ ἐκείνῃσι ἐπ’ ἀγκυρέων · ἅτε γὰρ τοῦ αἰγιαλοῦ ἐόντος οὐ μεγάλου πρόκροσσαι ὅρμεον τὸ ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας . Ταύτην μὲν τὴν εὐφρόνην οὕτω . Ἅμα δὲ ὄρθρῳ ἐξ αἰθρίης τε καὶ νηνεμίης , τῆς θαλάσσης ζεσάσης , ἐπέπεσέ σφι χειμών τε μέγας καὶ πολλὸς ἄνεμος ἀπηλιώτης , τὸν δὴ Ἑλλησποντίην καλέουσι οἱ περὶ ταῦτα τὰ χωρία οἰκημένοι . Ὅσοι μέν νυν αὐτῶν αὐξόμενον ἔμαθον τὸν ἄνεμον καὶ τοῖσι οὕτω εἶχε ὅρμου , οἱ δ’ ἔφθησαν τὸν χειμῶνα ἀνασπάσαντες τὰς νέας · καὶ αὐτοί τε περιῆσαν καὶ αἱ νέες αὐτῶν . Ὅσας δὲ τῶν νεῶν μεταρσίας ἔλαβε , τὰς μὲν ἐξέφερε πρὸς Ἴπνους καλεομένους τοὺς ἐν Πηλίῳ , τὰς δὲ ἐς τὸν αἰγιαλόν · αἱ δὲ περὶ αὐτὴν τὴν Σηπιάδα περιέπιπτον , αἱ δὲ ἐς Μελίβοιαν πόλιν , αἱ δὲ ἐς Κασθαναίην ἐξεβράσσοντο . Ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον .