7.183 Ταῦτα οἱ Ἕλληνες οἱ ἐπ’ Ἀρτεμισίῳ στρατοπεδευόμενοι πυνθάνονται διὰ πυρσῶν ἐκ Σκιάθου · πυθόμενοι δὲ καὶ καταρρωδήσαντες ἀπὸ τοῦ Ἀρτεμισίου μετορμίζοντο ἐς Χαλκίδα , φυλάξοντες μὲν τὸν Εὔριπον , λείποντες δὲ ἡμεροσκόπους περὶ τὰ ὑψηλὰ τῆς Εὐβοίης . Τῶν δὲ δέκα νεῶν τῶν βαρβάρων τρεῖς ἐπήλασαν περὶ τὸ ἕρμα τὸ μεταξὺ ἐὸν Σκιάθου τε καὶ Μαγνησίης , καλεόμενον δὲ Μύρμηκα · ἐνθαῦτα οἱ βάρβαροι , ἐπειδὴ στήλην λίθου ἐπέθηκαν κομίσαντες ἐπὶ τὸ ἕρμα , ὁρμηθέντες αὐτοὶ ἐκ Θέρμης , ὥς σφι τὸ ἐμποδὼν ἐγεγόνεε καθαρόν , ἐπέπλεον πάσῃσι τῇσι νηυσί , ἕνδεκα ἡμέρας παρέντες μετὰ τὴν βασιλέος ἐξέλασιν ἐκ Θέρμης . Τὸ δὲ ἕρμα σφι κατηγήσατο ἐὸν ἐν πόρῳ μάλιστα Πάμμων Σκύριος . Πανημερὸν δὲ πλέοντες οἱ βάρβαροι ἐξανύουσι τῆς Μαγνησίης χώρης ἐπὶ Σηπιάδα τε καὶ τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς .