7.180 Τὴν μὲν δὴ Τροιζηνίην , τῆς ἦρχε Πρηξῖνος , αὐτίκα αἱρέουσι ἐπισπόμενοι οἱ βάρβαροι · καὶ ἔπειτα τῶν ἐπιβατέων αὐτῆς τὸν καλλιστεύοντα ἀγαγόντες ἐπὶ τὴν πρῴρην τῆς νεὸς ἔσφαξαν , διαδέξιον ποιεύμενοι τὸν εἷλον τῶν Ἑλλήνων πρῶτον εἶναι κάλλιστον . Τῷ δὲ σφαγιασθέντι τούτῳ οὔνομα ἦν Λέων · τάχα δ’ ἄν τι καὶ τοῦ οὐνόματος ἐπαύροιτο .
7.181 δὲ Αἰγιναίη , τῆς ἐτριηράρχεε Ἀσωνίδης , καί τινά σφι θόρυβον παρέσχε Πυθέω τοῦ Ἰσχενόου ἐπιβατεύοντος , ἀνδρὸς ἀρίστου γενομένου ταύτην τὴν ἡμέρην · ὃς ἐπειδὴ νηῦς ἡλίσκετο ἐς τοῦτο ἀντεῖχε μαχόμενος ἐς κατεκρεοργήθη ἅπας . Ὡς δὲ πεσὼν οὐκ ἀπέθανε ἀλλ’ ἦν ἔμπνοος , οἱ Πέρσαι οἵ περ ἐπεβάτευον ἐπὶ τῶν νεῶν δι’ ἀρετὴν τὴν ἐκείνου περιποιῆσαί μιν περὶ πλείστου ἐποιήσαντο , σμύρνῃ τε ἰώμενοι τὰ ἕλκεα καὶ σινδόνος βυσσίνης τελαμῶσι κατειλίσσοντες · καί μιν , ὡς ὀπίσω ἀπίκοντο ἐς τὸ ἑωυτῶν στρατόπεδον , ἐπεδείκνυσαν ἐκπαγλεόμενοι πάσῃ τῇ στρατιῇ , περιέποντες εὖ · τοὺς δὲ ἄλλους τοὺς ἔλαβον ἐν τῇ νηὶ ταύτῃ περιεῖπον ὡς ἀνδράποδα .
7.182 Αἱ μὲν δὴ δύο τῶν νεῶν οὕτω ἐχειρώθησαν , δὲ τρίτη , τῆς ἐτριηράρχεε Φόρμος ἀνὴρ Ἀθηναῖος , φεύγουσα ἐξοκέλλει ἐς τὰς ἐκβολὰς τοῦ Πηνειοῦ , καὶ τοῦ μὲν σκάφεος ἐκράτησαν οἱ βάρβαροι , τῶν δὲ ἀνδρῶν οὔ · ὡς γὰρ δὴ τάχιστα ἐπώκειλαν τὴν νέα οἱ Ἀθηναῖοι , ἀποθορόντες κατὰ Θεσσαλίην πορευόμενοι ἐκομίσθησαν ἐς Ἀθήνας .