7.184 Μέχρι μέν νυν τούτου τοῦ χώρου καὶ Θερμοπυλέων ἀπαθής τε κακῶν ἦν στρατός , καὶ πλῆθος ἦν τηνικαῦτα ἔτι , ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω , τὸν μὲν ἐκ τῶν νεῶν τῶν ἐκ τῆς Ἀσίης , ἐουσέων ἑπτὰ καὶ διηκοσιέων καὶ χιλιέων , τὸν μὲν ἀρχαῖον ἑκάστων τῶν ἐθνέων ὅμιλον ἐόντα τέσσερας καὶ εἴκοσι μυριάδας καὶ πρὸς χιλιάδα τε καὶ τετρακοσίους , ὡς ἀνὰ διηκοσίους ἄνδρας λογιζομένοισι ἐν ἑκάστῃ νηί · ἐπεβάτευον δὲ ἐπὶ τουτέων τῶν νεῶν , χωρὶς ἑκάστων τῶν ἐπιχωρίων ἐπιβατέων , Περσέων τε καὶ Μήδων καὶ Σακέων τριήκοντα ἄνδρες · οὗτος ἄλλος ὅμιλος γίνεται τρισμύριοι καὶ ἑξακισχίλιοι καὶ πρὸς διηκόσιοί τε καὶ δέκα . Προσθήσω δ’ ἔτι τούτῳ καὶ τῷ προτέρῳ ἀριθμῷ τοὺς ἐκ τῶν πεντηκοντέρων , ποιήσας , τι πλέον ἦν αὐτῶν ἔλασσον , ἀν’ ὀγδώκοντα ἄνδρας ἐνεῖναι · συνελέχθη δὲ ταῦτα τὰ πλοῖα , ὡς καὶ πρότερον εἰρέθη , τρισχίλια · ἤδη ὦν ἄνδρες ἂν εἶεν ἐν αὐτοῖσι τέσσερες μυριάδες καὶ εἴκοσι . Τοῦτο μὲν δὴ τὸ ἐκ τῆς Ἀσίης ναυτικὸν ἦν , σύμπαν ἐὸν πεντήκοντα μυριάδες καὶ μία , χιλιάδες δὲ ἔπεισι ἐπὶ ταύτῃσι ἑπτὰ καὶ πρὸς ἑκατοντάδες ἓξ καὶ δεκάς . Τοῦ δὲ πεζοῦ ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες ἐγίνοντο , τῶν δὲ ἱππέων ὀκτὼ μυριάδες . Προσθήσω δὲ τούτοισι τὰς καμήλους τοὺς ἐλαύνοντας Ἀραβίους καὶ τοὺς τὰ ἅρματα Λίβυας , πλῆθος ποιήσας δισμυρίους ἄνδρας . Καὶ δὴ τό τε ἐκ τῶν νεῶν καὶ τοῦ πεζοῦ πλῆθος συντιθέμενον γίνεται διηκόσιαί τε μυριάδες καὶ τριήκοντα καὶ μία καὶ πρὸς χιλιάδες ἑπτὰ καὶ ἑκατοντάδες ἓξ καὶ δεκάς . Τοῦτο μὲν τὸ ἐξ αὐτῆς τῆς Ἀσίης στράτευμα ἐξαναχθὲν εἴρηται , ἄνευ τε τῆς θεραπηίης τῆς ἑπομένης καὶ τῶν σιταγωγῶν πλοίων καὶ ὅσοι ἐνέπλεον τούτοισι .