7.174 Αὕτη ἐγένετο ἐς Θεσσαλίην στρατηίη βασιλέος τε μέλλοντος διαβαίνειν ἐς τὴν Εὐρώπην ἐκ τῆς Ἀσίης καὶ ἐόντος ἤδη ἐν Ἀβύδῳ . Θεσσαλοὶ δὲ ἐρημωθέντες συμμάχων οὕτω δὴ ἐμήδισαν προθύμως οὐδ’ ἔτι ἐνδοιαστῶς , ὥστε ἐν τοῖσι πρήγμασι ἐφαίνοντο βασιλέϊ ἄνδρες ἐόντες χρησιμώτατοι .
7.175 Οἱ δὲ Ἕλληνες ἐπείτε ἀπίκατο ἐς τὸν Ἰσθμόν , ἐβουλεύοντο πρὸς τὰ λεχθέντα ἐξ Ἀλεξάνδρου τῇ τε στήσονται τὸν πόλεμον καὶ ἐν οἵοισι χώροισι . νικῶσα δὲ γνώμη ἐγίνετο τὴν ἐν Θερμοπύλῃσι ἐσβολὴν φυλάξαι · στεινοτέρη γὰρ ἐφαίνετο ἐοῦσα τῆς ἐς Θεσσαλίην καὶ ἅμα μία ἀγχοτέρη τε τῆς ἑωυτῶν · τὴν δὲ ἀτραπόν , δι’ ἣν ἥλωσαν οἱ ἁλόντες Ἑλλήνων ἐν Θερμοπύλῃσι , οὐδὲ ᾔδεσαν ἐοῦσαν πρότερον περ ἀπικόμενοι ἐς Θερμοπύλας ἐπύθοντο Τρηχινίων . Ταύτην ὦν ἐβουλεύσαντο φυλάσσοντες τὴν ἐσβολὴν μὴ παριέναι ἐς τὴν Ἑλλάδα τὸν βάρβαρον , τὸν δὲ ναυτικὸν στρατὸν πλέειν γῆς τῆς Ἱστιαιώτιδος ἐπὶ Ἀρτεμίσιον · ταῦτα γὰρ ἀγχοῦ τε ἀλλήλων ἐστὶ ὥστε πυνθάνεσθαι τὰ κατὰ ἑκατέρους ἐόντα .