7.176 Οἵ τε χῶροι οὕτω ἔχουσι . Τοῦτο μέν , τὸ Ἀρτεμίσιον , ἐκ τοῦ πελάγεος τοῦ Θρηικίου ἐξ εὐρέος συνάγεται ἐς στεινὸν ἐόντα τὸν πόρον τὸν μεταξὺ νήσου τε Σκιάθου καὶ ἠπείρου Μαγνησίης · ἐκ δὲ τοῦ στεινοῦ τῆς Εὐβοίης ἤδη τὸ Ἀρτεμίσιον δέκεται αἰγιαλός , ἐν δὲ Ἀρτέμιδος ἱρόν . δὲ αὖ διὰ Τρηχῖνος ἔσοδος ἐς τὴν Ἑλλάδα ἐστὶ τῇ στεινοτάτη ἡμίπλεθρον . Οὐ μέντοι κατὰ τοῦτό γε ἐστὶ τὸ στεινότατον τῆς χώρης τῆς ἄλλης , ἀλλ’ ἔμπροσθέ τε Θερμοπυλέων καὶ ὄπισθε , κατά τε Ἀλπηνούς , ὄπισθε ἐόντας , ἐοῦσα ἁμαξιτὸς μούνη , καὶ ἔμπροσθε κατὰ Φοίνικα ποταμὸν ἀγχοῦ Ἀνθήλης πόλιος , ἄλλη ἁμαξιτὸς μούνη . Τῶν δὲ Θερμοπυλέων τὸ μὲν πρὸς ἑσπέρης ὄρος ἄβατόν τε καὶ ἀπόκρημνον , ὑψηλόν , ἀνατεῖνον ἐς τὴν Οἴτην · τὸ δὲ πρὸς τὴν ἠῶ τῆς ὁδοῦ θάλασσα ὑποδέκεται καὶ τενάγεα . Ἔστι δὲ ἐν τῇ ἐσόδῳ ταύτῃ θερμὰ λουτρά , τὰ Χύτρους καλέουσι οἱ ἐπιχώριοι , καὶ βωμὸς ἵδρυται Ἡρακλέος ἐπ’ αὐτοῖσι · ἐδέδμητο δὲ τεῖχος κατὰ ταύτας τὰς ἐσβολάς , καὶ τό γε παλαιὸν πύλαι ἐπῆσαν . Ἔδειμαν δὲ Φωκέες τὸ τεῖχος δείσαντες , ἐπεὶ Θεσσαλοὶ ἦλθον ἐκ Θεσπρωτῶν οἰκήσοντες γῆν τὴν Αἰολίδα , τήν περ νῦν ἐκτέαται . Ἅτε δὴ πειρωμένων τῶν Θεσσαλῶν καταστρέφεσθαί σφεας , τοῦτο προεφυλάξαντο οἱ Φωκέες καὶ τὸ ὕδωρ τὸ θερμὸν τότε ἐπῆκαν ἐπὶ τὴν ἔσοδον , ὡς ἂν χαραδρωθείη χῶρος , πᾶν μηχανώμενοι ὅκως μή σφι ἐσβάλοιεν οἱ Θεσσαλοὶ ἐς τὴν χώρην . Τὸ μέν νυν τεῖχος τὸ ἀρχαῖον ἐκ παλαιοῦ τε ἐδέδμητο καὶ τὸ πλέον αὐτοῦ ἤδη ὑπὸ χρόνου ἔκειτο · τοῖσι δὲ αὖτις ὀρθώσασι ἔδοξε ταύτῃ ἀπαμύνειν ἀπὸ τῆς Ἑλλάδος τὸν βάρβαρον . Κώμη δέ ἐστι ἀγχοτάτω τῆς ὁδοῦ , Ἀλπηνοὶ οὔνομα · ἐκ ταύτης δὲ ἐπισιτιεῖσθαι ἐλογίζοντο οἱ Ἕλληνες .