7.173 Οἱ δὲ Ἕλληνες πρὸς ταῦτα ἐβουλεύσαντο ἐς Θεσσαλίην πέμπειν κατὰ θάλασσαν πεζὸν στρατὸν φυλάξοντα τὴν ἐσβολήν · ὡς δὲ συνελέχθη στρατός , ἔπλεε δι’ Εὐρίπου . Ἀπικόμενος δὲ τῆς Ἀχαιίης ἐς Ἄλον , ἀποβὰς ἐπορεύετο ἐς Θεσσαλίην , τὰς νέας αὐτοῦ καταλιπών , καὶ ἀπίκετο ἐς τὰ Τέμπεα ἐς τὴν ἐσβολὴν περ ἀπὸ Μακεδονίης τῆς κάτω ἐς Θεσσαλίην φέρει παρὰ ποταμὸν Πηνειόν , μεταξὺ δὲ Ὀλύμπου τε ὄρεος ἐόντα καὶ τῆς Ὄσσης . Ἐνθαῦτα ἐστρατοπεδεύοντο τῶν Ἑλλήνων κατὰ μυρίους ὁπλίτας συλλεγέντες , καί σφι προσῆν Θεσσαλῶν ἵππος · ἐστρατήγεε δὲ Λακεδαιμονίων μὲν Εὐαίνετος Καρήνου ἐκ τῶν πολεμάρχων ἀραιρημένος , γένεος μέντοι ἐὼν οὐ τοῦ βασιληίου , Ἀθηναίων δὲ Θεμιστοκλέης Νεοκλέος . Ἔμειναν δὲ ὀλίγας ἡμέρας ἐνθαῦτα · ἀπικόμενοι γὰρ ἄγγελοι παρὰ Ἀλεξάνδρου τοῦ Ἀμύντεω ἀνδρὸς Μακεδόνος συνεβούλευόν σφι ἀπαλλάσσεσθαι μηδὲ μένοντας ἐν τῇ ἐσβολῇ καταπατηθῆναι ὑπὸ τοῦ στρατοῦ τοῦ ἐπιόντος , σημαίνοντες τὸ πλῆθός τε τῆς στρατιῆς καὶ τὰς νέας · ὡς δὲ οὗτοί σφι ταῦτα συνεβούλευον χρηστὰ γὰρ ἐδόκεον συμβουλεύειν , καί σφι εὔνοος ἐφαίνετο ἐὼν Μακεδών , ἐπείθοντο . Δοκέειν δέ μοι , ἀρρωδίη ἦν τὸ πεῖθον , ὡς ἐπύθοντο καὶ ἄλλην ἐοῦσαν ἐσβολὴν ἐς Θεσσαλοὺς κατὰ τὴν ἄνω Μακεδονίην διὰ Περραιβῶν κατὰ Γόννον πόλιν , τῇ περ δὴ καὶ ἐσέβαλε στρατιὴ Ξέρξεω . Καταβάντες δὲ οἱ Ἕλληνες ἐπὶ τὰς νέας ὀπίσω ἐπορεύοντο ἐς τὸν Ἰσθμόν .