7.172 Θεσσαλοὶ δὲ ὑπὸ ἀναγκαίης τὸ πρῶτον ἐμήδισαν , ὡς διέδεξαν ὅτι οὔ σφι ἥνδανε τὰ οἱ Ἀλευάδαι ἐμηχανῶντο . Ἐπείτε γὰρ ἐπύθοντο τάχιστα μέλλοντα διαβαίνειν τὸν Πέρσην ἐς τὴν Εὐρώπην , πέμπουσι ἐς τὸν Ἰσθμὸν ἀγγέλους · ἐν δὲ τῷ Ἰσθμῷ ἦσαν ἁλισμένοι πρόβουλοι τῆς Ἑλλάδος ἀραιρημένοι ἀπὸ τῶν πολίων τῶν τὰ ἀμείνω φρονεουσέων περὶ τὴν Ἑλλάδα . Ἀπικόμενοι δὲ ἐπὶ τούτους τῶν Θεσσαλῶν οἱ ἄγγελοι ἔλεγον · ʹ Ἄνδρες Ἕλληνες , δεῖ φυλάσσεσθαι τὴν ἐσβολὴν τὴν Ὀλυμπικήν , ἵνα Θεσσαλίη τε καὶ σύμπασα Ἑλλὰς ἐν σκέπῃ τοῦ πολέμου . Ἡμεῖς μέν νυν ἕτοιμοί εἰμεν συμφυλάσσειν , πέμπειν δὲ χρὴ καὶ ὑμέας στρατιὴν πολλήν · ὡς εἰ μὴ πέμψετε , ἐπίστασθε ἡμέας ὁμολογήσειν τῷ Πέρσῃ · οὐ γάρ τοι προκατημένους τοσοῦτο πρὸ τῆς ἄλλης Ἑλλάδος μούνους πρὸ ὑμέων δεῖ ἀπολέσθαι . Βοηθέειν δὲ οὐ βουλόμενοι ἀναγκαίην ἡμῖν οὐδεμίαν οἷοί τέ ἐστε προσφέρειν · οὐδαμὰ γὰρ ἀδυνασίης ἀνάγκη κρέσσων ἔφυ · ἡμεῖς δὲ πειρησόμεθα αὐτοί τινα σωτηρίην μηχανώμενοι . ʹ Ταῦτα ἔλεγον οἱ Θεσσαλοί .