7.169 Κρῆτες δέ , ἐπείτε σφέας παρελάμβανον οἱ ἐπὶ τούτοισι ταχθέντες Ἑλλήνων , ἐποίησαν τοιόνδε · πέμψαντες κοινῇ θεοπρόπους ἐς Δελφοὺς τὸν θεὸν ἐπειρώτων εἴ σφι ἄμεινον τιμωρέουσι γίνεται τῇ Ἑλλάδι . δὲ Πυθίη ὑπεκρίνατο · ʹ νήπιοι , ἐπιμέμφεσθε ὅσα ὑμῖν ἐκ τῶν Μενέλεῳ τιμωρημάτων Μίνως ἔπεμψε μηνίων δακρύματα ; ὅτε οἱ μὲν οὐ συνεξεπρήξαντο αὐτῷ τὸν ἐν Καμικῷ θάνατον γενόμενον , ὑμεῖς δὲ ἐκείνοισι τὴν ἐκ Σπάρτης ἁρπασθεῖσαν ὑπ’ ἀνδρὸς βαρβάρου γυναῖκα . ʹ Ταῦτα οἱ Κρῆτες ὡς ἀπενειχθέντα ἤκουσαν , ἔσχοντο τῆς τιμωρίης .