7.170 Λέγεται γὰρ Μίνων κατὰ ζήτησιν Δαιδάλου ἀπικόμενον ἐς Σικανίην τὴν νῦν Σικελίην καλεομένην ἀποθανεῖν βιαίῳ θανάτῳ . Ἀνὰ δὲ χρόνον Κρῆτας θεοῦ σφέας ἐποτρύναντος , πάντας πλὴν Πολιχνιτέων τε καὶ Πραισίων , ἀπικομένους στόλῳ μεγάλῳ ἐς Σικανίην πολιορκέειν ἐπ’ ἔτεα πέντε πόλιν Καμικόν , τὴν κατ’ ἐμὲ Ἀκραγαντῖνοι ἐνέμοντο · τέλος δὲ οὐ δυναμένους οὔτε ἑλεῖν οὔτε παραμένειν λιμῷ συνεστεῶτας , ἀπολιπόντας οἴχεσθαι . Ὡς δὲ κατὰ Ἰηπυγίην γενέσθαι πλέοντας , ὑπολαβόντα σφέας χειμῶνα μέγαν ἐκβαλεῖν ἐς τὴν γῆν · συναραχθέντων δὲ τῶν πλοίων οὐδεμίαν γάρ σφι ἔτι κομιδὴν ἐς Κρήτην φαίνεσθαι , ἐνθαῦτα Ὑρίην πόλιν κτίσαντας καταμεῖναί τε καὶ μεταβαλόντας ἀντὶ μὲν Κρητῶν γενέσθαι Ἰήπυγας Μεσσαπίους , ἀντὶ δὲ τοῦ εἶναι νησιώτας ἠπειρώτας . Ἀπὸ δὲ Ὑρίης πόλιος τὰς ἄλλας οἰκίσαι , τὰς δὴ Ταραντῖνοι χρόνῳ ὕστερον πολλῷ ἐξανιστάντες προσέπταισαν μεγάλως ὥστε φόνος Ἑλληνικὸς μέγιστος οὗτος δὴ ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν , αὐτῶν τε Ταραντίνων καὶ Ῥηγίνων , οἳ ὑπὸ Μικύθου τοῦ Χοίρου ἀναγκαζόμενοι τῶν ἀστῶν καὶ ἀπικόμενοι τιμωροὶ Ταραντίνοισι ἀπέθανον τρισχίλιοι οὗτοι · αὐτῶν δὲ Ταραντίνων οὐκ ἐπῆν ἀριθμός . δὲ Μίκυθος , οἰκέτης ἐὼν Ἀναξίλεω , ἐπίτροπος Ῥηγίου κατελέλειπτο , οὗτος ὅς περ ἐκπεσὼν ἐκ Ῥηγίου καὶ Τεγέην τὴν Ἀρκάδων οἰκήσας ἀνέθηκε ἐν Ὀλυμπίῃ τοὺς πολλοὺς ἀνδριάντας .