7.168 Κερκυραῖοι δὲ τάδε ὑποκρινάμενοι τοῖσι ἀγγέλοισι τοιάδε ἐποίησαν · καὶ γὰρ τούτους παρελάμβανον οἱ αὐτοὶ οἵ περ ἐς Σικελίην ἀπίκατο , λέγοντες τοὺς αὐτοὺς λόγους τοὺς καὶ πρὸς Γέλωνα ἔλεγον . Οἱ δὲ παραυτίκα μὲν ὑπίσχοντο πέμψειν τε καὶ ἀμυνέειν , φράζοντες ὡς οὔ σφι περιοπτέη ἐστὶ Ἑλλὰς ἀπολλυμένη · ἢν γὰρ σφαλῇ , σφεῖς γε οὐδὲν ἄλλο δουλεύσουσι τῇ πρώτῃ τῶν ἡμερέων · ἀλλὰ τιμωρητέον εἴη ἐς τὸ δυνατώτατον . Ὑπεκρίναντο μὲν οὕτω εὐπρόσωπα · ἐπεὶ δὲ ἔδεε βοηθέειν , ἄλλα νοεῦντες ἐπλήρωσαν νέας ἑξήκοντα , μόγις δὲ ἀναχθέντες προσέμειξαν τῇ Πελοποννήσῳ , καὶ περὶ Πύλον καὶ Ταίναρον γῆς τῆς Λακεδαιμονίων ἀνεκώχευον τὰς νέας , καραδοκέοντες καὶ οὗτοι τὸν πόλεμον τῇ πεσέεται , ἀελπτέοντες μὲν τοὺς Ἕλληνας ὑπερβαλέεσθαι , δοκέοντες δὲ τὸν Πέρσην κατακρατήσαντα πολλὸν ἄρξειν πάσης τῆς Ἑλλάδος . Ἐποίευν ὦν ἐπίτηδες , ἵνα ἔχωσι πρὸς τὸν Πέρσην λέγειν τοιάδε · ʹ βασιλεῦ , ἡμεῖς παραλαμβανόντων τῶν Ἑλλήνων ἡμέας ἐς τὸν πόλεμον τοῦτον , ἔχοντες δύναμιν οὐκ ἐλαχίστην οὐδὲ νέας ἐλαχίστας παρασχόντες ἂν ἀλλὰ πλείστας μετά γε Ἀθηναίους , οὐκ ἠθελήσαμέν τοι ἀντιοῦσθαι οὐδέ τι ἀποθύμιον ποιῆσαι . ʹ Τοιαῦτα λέγοντες ἤλπιζον πλέον τι τῶν ἄλλων οἴσεσθαι · τά περ ἂν καὶ ἐγένετο , ὡς ἐμοὶ δοκέει . Πρὸς δὲ τοὺς Ἕλληνάς σφι σκῆψις ἐπεποίητο , τῇ περ δὴ καὶ ἐχρήσαντο · αἰτιωμένων γὰρ τῶν Ἑλλήνων ὅτι οὐκ ἐβοήθεον , ἔφασαν πληρῶσαι μὲν ἑξήκοντα τριήρεας , ὑπὸ δὲ ἐτησιέων ἀνέμων ὑπερβαλεῖν Μαλέην οὐκ οἷοί τε γενέσθαι · οὕτω οὐκ ἀπικέσθαι ἐς Σαλαμῖνα καὶ οὐδεμιῇ κακότητι λειφθῆναι τῆς ναυμαχίης . Οὗτοι μὲν οὕτω διεκρούσαντο τοὺς Ἕλληνας .