7.167 Ἔστι δὲ ὑπ’ αὐτῶν Καρχηδονίων ὅδε λόγος λεγόμενος , οἰκότι χρεωμένων , ὡς οἱ μὲν βάρβαροι τοῖσι Ἕλλησι ἐν τῇ Σικελίῃ ἐμάχοντο ἐξ ἠοῦς ἀρξάμενοι μέχρι δείλης ὀψίης ἐπὶ τοσοῦτο γὰρ λέγεται ἑλκύσαι τὴν σύστασιν , δὲ Ἀμίλκας ἐν τούτῳ τῷ χρόνῳ μένων ἐν τῷ στρατοπέδῳ ἐθύετο καὶ ἐκαλλιερέετο ἐπὶ πυρῆς μεγάλης σώματα ὅλα καταγίζων · ἰδὼν δὲ τροπὴν τῶν ἑωυτοῦ γινομένην , ὡς ἔτυχε ἐπισπένδων τοῖσι ἱροῖσι , ὦσε ἑωυτὸν ἐς τὸ πῦρ · οὕτω δὴ κατακαυθέντα ἀφανισθῆναι . Ἀφανισθέντι δὲ Ἀμίλκᾳ τρόπῳ εἴτε τοιούτῳ ὡς Φοίνικες λέγουσι εἴτε ἑτέρῳ ὡς Καρχηδόνιοι καὶ Συρηκόσιοι , τοῦτο μέν οἱ θύουσι , τοῦτο δὲ μνήματα ἐποίησαν ἐν πόσῃσι τῇσι πόλισι τῶν ἀποικίδων , ἐν αὐτῇ τε μέγιστον Καρχηδόνι . Τὰ μὲν ἀπὸ Σικελίης τοσαῦτα .