7.165 Λέγεται δὲ καὶ τάδε ὑπὸ τῶν ἐν τῇ Σικελίῃ οἰκημένων , ὡς ὅμως καὶ μέλλων ἄρχεσθαι ὑπὸ Λακεδαιμονίων Γέλων ἐβοήθησε ἂν τοῖσι Ἕλλησι , εἰ μὴ ὑπὸ Θήρωνος τοῦ Αἰνησιδήμου Ἀκραγαντίνων μουνάρχου ἐξελασθεὶς ἐξ Ἱμέρης Τήριλλος Κρινίππου , τύραννος ἐὼν Ἱμέρης , ἐπῆγε ὑπ’ αὐτὸν τὸν χρόνον τοῦτον Φοινίκων καὶ Λιβύων καὶ Ἰβήρων καὶ Λιγύων καὶ Ἐλισύκων καὶ Σαρδονίων καὶ Κυρνίων τριήκοντα μυριάδας καὶ στρατηγὸν αὐτῶν Ἀμίλκαν τὸν Ἄννωνος , Καρχηδονίων ἐόντα βασιλέα , κατὰ ξεινίην τε τὴν ἑωυτοῦ Τήριλλος ἀναγνώσας καὶ μάλιστα διὰ τὴν Ἀναξίλεω τοῦ Κρητίνεω προθυμίην , ὃς , Ῥηγίου ἐὼν τύραννος , τὰ ἑωυτοῦ τέκνα δοὺς ὁμήρους Ἀμίλκᾳ , ἐπῆγε ἐπὶ τὴν Σικελίην τιμωρέων τῷ πενθερῷ · Τηρίλλου γὰρ εἶχε θυγατέρα Ἀναξίλεως , τῇ οὔνομα ἦν Κυδίππη . Οὕτω δὴ οὐκ οἷόν τε γενόμενον βοηθέειν τὸν Γέλωνα τοῖσι Ἕλλησι ἀποπέμπειν ἐς Δελφοὺς τὰ χρήματα .
7.166 Πρὸς δὲ καὶ τάδε λέγουσι , ὡς συνέβη τῆς αὐτῆς ἡμέρης ἔν τε τῇ Σικελίῃ Γέλωνα καὶ Θήρωνα νικᾶν Ἀμίλκαν τὸν Καρχηδόνιον καὶ ἐν Σαλαμῖνι τοὺς Ἕλληνας τὸν Πέρσην . Τὸν δὲ Ἀμίλκαν , Καρχηδόνιον ἐόντα πρὸς πατρός , μητρόθεν δὲ Συρηκόσιον , βασιλεύσαντά τε κατ’ ἀνδραγαθίην Καρχηδονίων , ὡς συμβολή τε ἐγίνετο καὶ ὡς ἑσσοῦτο τῇ μάχῃ , ἀφανισθῆναι πυνθάνομαι · οὔτε γὰρ ζώοντα οὔτε ἀποθανόντα φανῆναι οὐδαμοῦ γῆς · τὸ πᾶν γὰρ ἐπεξελθεῖν διζήμενον Γέλωνα .