7.161 Γέλων μὲν δὴ ταῦτα προετείνετο , φθάσας δὲ Ἀθηναίων ἄγγελος τὸν Λακεδαιμονίων ἀμείβετό μιν τοῖσδε · ʹ βασιλεῦ Συρηκοσίων , οὐκ ἡγεμόνος δεομένη Ἑλλὰς ἀπέπεμψε ἡμέας πρὸς σέ , ἀλλὰ στρατιῆς . Σὺ δὲ ὅκως μὲν στρατιὴν πέμψεις μὴ ἡγεόμενος τῆς Ἑλλάδος οὐ προφαίνεις , ὡς δὲ στρατηγήσεις αὐτῆς γλίχεαι . Ὅσον μέν νυν παντὸς τοῦ Ἑλλήνων στρατοῦ ἐδέο ἡγέεσθαι , ἐξήρκεε ἡμῖν τοῖσι Ἀθηναίοισι ἡσυχίην ἄγειν , ἐπισταμένοισι ὡς Λάκων ἱκανός τοι ἔμελλε ἔσεσθαι καὶ ὑπὲρ ἀμφοτέρων ἀπολογεόμενος . Ἐπείτε δὲ ἁπάσης ἀπελαυνόμενος δέαι τῆς ναυτικῆς ἄρχειν , οὕτω ἔχει τοι · οὐδ’ ἢν Λάκων ἐπίῃ τοι ἄρχειν αὐτῆς , ἡμεῖς ἐπήσομεν . Ἡμετέρη γάρ ἐστι αὕτη γε μὴ αὐτῶν βουλομένων Λακεδαιμονίων · τούτοισι μὲν ὦν ἡγέεσθαι βουλομένοισι οὐκ ἀντιτείνομεν , ἄλλῳ δὲ παρήσομεν οὐδενὶ ναυαρχέειν . Μάτην γὰρ ἂν ὧδε πάραλον Ἑλλήνων στρατὸν πλεῖστον εἴημεν ἐκτημένοι , εἰ Συρηκοσίοισι ἐόντες Ἀθηναῖοι συγχωρήσομεν τῆς ἡγεμονίης , ἀρχαιότατον μὲν ἔθνος παρεχόμενοι , μοῦνοι δὲ ἐόντες οὐ μετανάσται Ἑλλήνων · τῶν καὶ Ὅμηρος ἐποποιὸς ἄνδρα ἄριστον ἔφησε ἐς Ἴλιον ἀπικέσθαι τάξαι τε καὶ διακοσμῆσαι στρατόν . Οὕτω οὐκ ὄνειδος οὐδὲν ἡμῖν ἐστι λέγειν ταῦτα . ʹ