7.162 Ἀμείβετο Γέλων τοῖσδε · ʹ Ξεῖνε Ἀθηναῖε , ὑμεῖς ἐοίκατε τοὺς μὲν ἄρχοντας ἔχειν , τοὺς δὲ ἀρξομένους οὐκ ἕξειν . Ἐπεὶ τοίνυν οὐδὲν ὑπιέντες ἔχειν τὸ πᾶν ἐθέλετε , οὐκ ἂν φθάνοιτε τὴν ταχίστην ὀπίσω ἀπαλλασσόμενοι καὶ ἀγγέλλοντες τῇ Ἑλλάδι ὅτι ἐκ τοῦ ἐνιαυτοῦ τὸ ἔαρ αὐτῇ ἐξαραίρηται . ʹ Οὗτος δὲ νόος τοῦ ῥήματος , τὸ ἐθέλει λέγειν · δῆλα γάρ , ὡς ἐν τῷ ἐνιαυτῷ ἐστι τὸ ἔαρ δοκιμώτατον , τῆς δὲ τῶν Ἑλλήνων στρατιῆς τὴν ἑωυτοῦ στρατιήν · στερισκομένην ὦν τὴν Ἑλλάδα τῆς ἑωυτοῦ συμμαχίης εἴκαζε ὡς εἰ τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ ἐξαραιρημένον εἴη . ʹ
7.163 Οἱ μὲν δὴ τῶν Ἑλλήνων ἄγγελοι τοιαῦτα τῷ Γέλωνι χρηματισάμενοι ἀπέπλεον · Γέλων δὲ πρὸς ταῦτα δείσας μὲν περὶ τοῖσι Ἕλλησι μὴ οὐ δύνωνται τὸν βάρβαρον ὑπερβαλέσθαι , δεινὸν δὲ καὶ οὐκ ἀνασχετὸν ποιησάμενος ἐλθὼν ἐς Πελοπόννησον ἄρχεσθαι ὑπὸ Λακεδαιμονίων , ἐὼν Σικελίης τύραννος , ταύτην μὲν τὴν ὁδὸν ἠμέλησε , δὲ ἄλλης εἴχετο . Ἐπείτε γὰρ τάχιστα ἐπύθετο τὸν Πέρσην διαβεβηκότα τὸν Ἑλλήσποντον , πέμπει πεντηκοντέροισι τρισὶ Κάδμον τὸν Σκύθεω ἄνδρα Κῷον ἐς Δελφούς , ἔχοντα χρήματα πολλὰ καὶ φιλίους λόγους , καραδοκήσοντα τὴν μάχην τῇ πεσέεται , καὶ ἢν μὲν βάρβαρος νικᾷ , τά τε χρήματα αὐτῷ διδόναι καὶ γῆν τε καὶ ὕδωρ τῶν ἄρχει Γέλων , ἢν δὲ οἱ Ἕλληνες , ὀπίσω ἀπάγειν .