7.159 Ταῦτα ἀκούσας οὔτε ἠνέσχετο Σύαγρος εἶπέ τε τάδε · ʹ κε μέγ’ οἰμώξειε Πελοπίδης Ἀγαμέμνων πυθόμενος Σπαρτιήτας τὴν ἡγεμονίην ἀπαραιρῆσθαι ὑπὸ Γέλωνός τε καὶ Συρηκοσίων . Ἀλλὰ τούτου μὲν τοῦ λόγου μηκέτι μνησθῇς , ὅκως τὴν ἡγεμονίην τοι παραδώσομεν · ἀλλ’ εἰ μὲν βούλεαι βοηθέειν τῇ Ἑλλάδι , ἴσθι ἀρξόμενος ὑπὸ Λακεδαιμονίων · εἰ δ’ ἄρα μὴ δικαιοῖς ἄρχεσθαι , σὺ δὲ μηδὲ βοήθεε . ʹ
7.160 Πρὸς ταῦτα Γέλων , ἐπειδὴ ὥρα ἀπεστραμμένους τοὺς λόγους τοῦ Συάγρου , τὸν τελευταῖόν σφι τόνδε ἐξέφαινε λόγον · ʹ ξεῖνε Σπαρτιῆτα , ὀνείδεα κατιόντα ἀνθρώπῳ φιλέει ἐπανάγειν τὸν θυμόν · σὺ μέντοι ἀποδεξάμενος ὑβρίσματα ἐν τῷ λόγῳ οὔ με ἔπεισας ἀσχήμονα ἐν τῇ ἀμοιβῇ γενέσθαι . Ὅκου δὲ ὑμεῖς οὕτω περιέχεσθε τῆς ἡγεμονίης , οἰκὸς καὶ ἐμὲ μᾶλλον ὑμέων περιέχεσθαι , στρατιῆς τε ἐόντα πολλαπλησίης ἡγεμόνα καὶ νεῶν πολλὸν πλεόνων . Ἀλλ’ ἐπείτε ὑμῖν λόγος οὕτω προσάντης κατίσταται , ἡμεῖς τι ὑπείξομεν τοῦ ἀρχαίου λόγου · εἰ τοῦ μὲν πεζοῦ ὑμεῖς ἡγέοισθε , τοῦ δὲ ναυτικοῦ ἐγώ · εἰ δὲ ὑμῖν ἡδονὴ τοῦ κατὰ θάλασσαν ἡγεμονεύειν , τοῦ πεζοῦ ἐγὼ θέλω . Καὶ τούτοισι ὑμέας χρεόν ἐστι ἀρέσκεσθαι ἀπιέναι συμμάχων τοιῶνδε ἐρήμους . ʹ