7.158 Οἱ μὲν ταῦτα ἔλεγον , Γέλων δὲ πολλὸς ἐνέκειτο λέγων τοιάδε · ʹ Ἄνδρες Ἕλληνες , λόγον ἔχοντες πλεονέκτην ἐτολμήσατε ἐμὲ σύμμαχον ἐπὶ τὸν βάρβαρον παρακαλέοντες ἐλθεῖν . Αὐτοὶ δὲ ἐμέο πρότερον δεηθέντος βαρβαρικοῦ στρατοῦ συνεπάψασθαι , ὅτε μοι πρὸς Καρχηδονίους νεῖκος συνῆπτο , ἐπισκήπτοντός τε τὸν Δωριέος τοῦ Ἀναξανδρίδεω πρὸς Ἐγεσταίων φόνον ἐκπρήξασθαι , ὑποτείνοντός τε τὰ ἐμπόρια συνελευθεροῦν ἀπ’ ὧν ὑμῖν μεγάλαι ὠφελίαι τε καὶ ἐπαυρέσιες γεγόνασι , οὔτε ἐμέο εἵνεκα ἤλθετε βοηθήσοντες οὔτε τὸν Δωριέος φόνον ἐκπρηξόμενοι , τό τε κατ’ ὑμέας τάδε ἅπαντα ὑπὸ βαρβάροισι νέμεται . Ἀλλὰ εὖ γὰρ ἡμῖν καὶ ἐπὶ τὸ ἄμεινον κατέστη · νῦν δέ , ἐπειδὴ περιελήλυθε πόλεμος καὶ ἀπῖκται ἐς ὑμέας , οὕτω δὴ Γέλωνος μνῆστις γέγονε . Ἀτιμίης δὲ πρὸς ὑμέων κυρήσας οὐκ ὁμοιώσομαι ὑμῖν , ἀλλ’ ἕτοιμός εἰμι βοηθέειν παρεχόμενος διηκοσίας τε τριήρεας καὶ δισμυρίους ὁπλίτας καὶ δισχιλίην ἵππον καὶ δισχιλίους τοξότας καὶ δισχιλίους σφενδονήτας καὶ δισχιλίους ἱπποδρόμους ψιλούς · σῖτόν τε ἁπάσῃ τῇ Ἑλλήνων στρατιῇ , ἔστ’ ἂν διαπολεμήσωμεν , ὑποδέκομαι παρέξειν . Ἐπὶ δὲ λόγῳ τοιῷδε τάδε ὑπίσχομαι , ἐπ’ τε στρατηγός τε καὶ ἡγεμὼν τῶν Ἑλλήνων ἔσομαι πρὸς τὸν βάρβαρον · ἐπ’ ἄλλῳ δὲ λόγῳ οὔτ’ ἂν αὐτὸς ἔλθοιμι οὔτ’ ἂν ἄλλους πέμψαιμι . ʹ