7.157 Τότε δ’ ὡς οἱ ἄγγελοι τῶν Ἑλλήνων ἀπίκατο ἐς τὰς Συρηκούσας , ἐλθόντες αὐτῷ ἐς λόγους ἔλεγον τάδε · ʹ Ἔπεμψαν ἡμέας Λακεδαιμόνιοί τε καὶ Ἀθηναῖοι καὶ οἱ τούτων σύμμαχοι παραλαμψομένους σε πρὸς τὸν βάρβαρον · Τὸν γὰρ ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα πάντως κου πυνθάνεαι , ὅτι Πέρσης ἀνὴρ μέλλει ζεύξας τὸν Ἑλλήσποντον καὶ ἐπάγων πάντα τὸν ἠῷον στρατὸν ἐκ τῆς Ἀσίης στρατηλατήσειν ἐπὶ τὴν Ἑλλάδα , πρόσχημα μὲν ποιεύμενος ὡς ἐπ’ Ἀθήνας ἐλαύνει , ἐν νόῳ δὲ ἔχων πᾶσαν τὴν Ἑλλάδα ὑπ’ ἑωυτῷ ποιήσασθαι . Σὺ δὲ δυνάμιός τε γὰρ ἥκεις μεγάλως καὶ μοῖρά τοι τῆς Ἑλλάδος οὐκ ἐλαχίστη μέτα ἄρχοντί γε Σικελίης , βοήθεέ τε τοῖσι ἐλευθεροῦσι τὴν Ἑλλάδα καὶ συνελευθέρου . Ἁλὴς μὲν γὰρ γενομένη πᾶσα Ἑλλὰς χεὶρ μεγάλη συνάγεται , καὶ ἀξιόμαχοι γινόμεθα τοῖσι ἐπιοῦσι · ἢν δὲ ἡμέων οἱ μὲν καταπροδιδῶσι , οἱ δὲ μὴ θέλωσι τιμωρέειν , τὸ δὲ ὑγιαῖνον τῆς Ἑλλάδος ὀλίγον , τοῦτο δὲ ἤδη δεινὸν γίνεται μὴ πέσῃ πᾶσα Ἑλλάς . Μὴ γὰρ ἐλπίσῃς , ἢν ἡμέας καταστρέψηται Πέρσης μάχῃ κρατήσας , ὡς οὐκὶ ἥξει παρὰ σέ γε , ἀλλὰ πρὸ τούτου φύλαξαι · βοηθέων γὰρ ἡμῖν σεωυτῷ τιμωρέεις . Τῷ δὲ εὖ βουλευθέντι πρήγματι τελευτὴ ὡς τὸ ἐπίπαν χρηστὴ ἐθέλει ἐπιγίνεσθαι . ʹ