7.156 δὲ ἐπείτε παρέλαβε τὰς Συρηκούσας , Γέλης μὲν ἐπικρατέων λόγον ἐλάσσω ἐποιέετο , ἐπιτρέψας αὐτὴν Ἱέρωνι ἀδελφεῷ ἑωυτοῦ , δὲ τὰς Συρηκούσας ἐκράτυνε , καὶ ἦσάν οἱ πάντα αἱ Συρήκουσαι . Αἱ δὲ παραυτίκα ἀνά τ’ ἔδραμον καὶ ἔβλαστον . τοῦτο μὲν γὰρ Καμαριναίους ἅπαντας ἐς τὰς Συρηκούσας ἀγαγὼν πολιήτας ἐποίησε , Καμαρίνης δὲ τὸ ἄστυ κατέσκαψε , τοῦτο δὲ Γελῴων ὑπερημίσεας τῶν ἀστῶν τὠυτὸ τοῖσι Καμαριναίοισι ἐποίησε · Μεγαρέας τε τοὺς ἐν Σικελίῃ , ὡς πολιορκεόμενοι ἐς ὁμολογίην προσεχώρησαν , τοὺς μὲν αὐτῶν παχέας , ἀραμένους τε πόλεμον αὐτῷ καὶ προσδοκῶντας ἀπολέεσθαι διὰ τοῦτο , ἀγαγὼν ἐς τὰς Συρηκούσας πολιήτας ἐποίησε · τὸν δὲ δῆμον τῶν Μεγαρέων , οὐκ ἐόντα μεταίτιον τοῦ πολέμου τούτου οὐδὲ προσδεκόμενον κακὸν οὐδὲν πείσεσθαι , ἀγαγὼν καὶ τούτους ἐς τὰς Συρηκούσας ἀπέδοτο ἐπ’ ἐξαγωγῇ ἐκ Σικελίης · τὠυτὸ δὲ τοῦτο καὶ Εὐβοέας τοὺς ἐν Σικελίῃ ἐποίησε διακρίνας . Ἐποίεε δὲ ταῦτα τούτους ἀμφοτέρους νομίσας δῆμον εἶναι συνοίκημα ἀχαριτώτατον . Τοιούτῳ μὲν τρόπῳ τύραννος ἐγεγόνεε μέγας Γέλων . ʹ