7.155 Ὡς δὲ καὶ Ἱπποκράτεα τυραννεύσαντα ἴσα ἔτεα τῷ ἀδελφεῷ Κλεάνδρῳ κατέλαβε ἀποθανεῖν πρὸς πόλι Ὕβλῃ , στρατευσάμενον ἐπὶ τοὺς Σικελούς , οὕτω δὴ Γέλων , τῷ λόγῳ τιμωρέων τοῖσι Ἱπποκράτεος παισὶ Εὐκλείδῃ τε καὶ Κλεάνδρῳ οὐ βουλομένων τῶν πολιητέων κατηκόων ἔτι εἶναι , τῷ ἔργῳ ὡς ἐπεκράτησε μάχῃ τῶν Γελῴων , ἦρχε αὐτὸς ἀποστερήσας τοὺς Ἱπποκράτεος παῖδας . Μετὰ δὲ τοῦτο τὸ εὕρημα τοὺς γαμόρους καλεομένους τῶν Συρηκοσίων ἐκπεσόντας ὑπό τε τοῦ δήμου καὶ τῶν σφετέρων δούλων , καλεομένων δὲ Κυλλυρίων , Γέλων καταγαγὼν τούτους ἐκ Κασμένης πόλιος ἐς τὰς Συρηκούσας ἔσχε καὶ ταύτας · γὰρ δῆμος τῶν Συρηκοσίων ἐπιόντι Γέλωνι παραδιδοῖ τὴν πόλιν καὶ ἑωυτόν .